Σάββατο 6 Ιουλίου 2024

Αναγνώσματα Κυριακής

 


Κυριακή, 07 Ιουλίου 2024

Σύναξη των Αγιορειτών Πατέρων, Όσιος Θωμάς ο εν Μαλεώ, Αγία Κυριακή η Μεγαλομάρτυς, Άγιος Βλάσιος ο ιερομάρτυρας εξ Ακαρνανίας και οι συν αυτώ† ΚΥΡΙΑΚΗ Β´ ΜΑΤΘΑΙΟΥ. † Κυριακῆς μεγαλομάρτυρος (δ΄ αἰ.), Θωμᾶ ὁσίου τοῦ ἐν Μαλεῷ (ι΄ αἰ.). Τῇ αὐτῇ Κυριακῇ μνήμη πάντων τῶν ἐν Ἁγίῳ Ὄρει διαλαμψάντων πατέρων, πάντων τῶν ἐν Παλαιστίνῃ ἁγίων, σύναξις τῶν 23 ἁγίων τῆς νήσου Λέσβου καὶ ἐν Σερβίοις (Κοζάνης) σύναξις τῆς ἁγίας βασιλίσσης Ἄρτης Θεοδώρας.


🔹Απόστολος

ΠΡΟΣ ΓΑΛΑΤΑΣ Γ´ 23 - 29

23 Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. 29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι.

ΠΡΟΣ ΓΑΛΑΤΑΣ Δ´ 1 - 5

1 Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· 4 ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.


🔹Ευαγγέλιο 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 18 - 2

18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. 19 καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.


🔹Ερμηνεία Ευαγγελίου

18 Ἐνῷ δὲ ἐπεριπάτει πλησίον τῆς θαλάσσης τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, ποὺ μὲ τὸ ὄνομα, τὸ ὁποῖον τοῦ ἔδωκεν ὁ Κύριος, λέγεται Πέτρος, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφόν του, οἱ ὁποῖοι ἔρριπταν δίκτυον εἱς τὴν θάλασσαν, διότι ἦσαν ψαράδες. 19 Καὶ λέγει εἰς αὐτούς· Ἀκολουθήσατέ με καὶ θὰ σᾶς κάμω ἱκανοὺς νὰ ψαρεύετε ἀντὶ ψαριῶν ἀνθρώπους, τοὺς ὁποίους μὲ τὸ δίκτυον τοῦ κηρύγματος θὰ ἑλκύετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 20 Αὐτοὶ δὲ ἀμέσως ἄφησαν τὰ δίκτυα καὶ τὸν ἠκολούθησαν. 21 Καὶ ἀφοῦ ἐπροχώρησεν ἀπ’ ἐκεῖ, εἶδεν ἄλλους δύο ἀδελφούς, τὸν Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του, νὰ ἐτοιμάζουν τὰ δίκτυά τους μέσα εἰς τὸ πλοῖον μαζὶ μὲ τὸν πατέρα τους Ζεβεδαῖον.Καὶ τοὺς ἐκάλεσεν. 22 Αὐτοὶ δὲ παρευθὺς ἄφησαν τὸ πλοῖον καὶ τὸν πατέρα τους καὶ τὸν ἠκολούθησαν. 23 Καὶ περιώδευεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων εἰς τὰς συναγωγάς των, ὅπου κάθε Σάββατον ἐμαζεύοντο οἱ Ἑβραῖοι, διὰ νὰ ἀκούσουν τὴν ἀνάγνωσιν τῆς Ἁγίας Γραφῆς καὶ νὰ προσευχηθοῦν.Καὶ ἐκεῖ ἐκήρυττε τὸ χαρμόσυνον ἄγγελμα, ὅτι ἐπλησίαζεν ὁ χρόνος τῆς πνευματικῆς βασιλείας, ποὺ θὰ ἔφερεν εἰς τοὺς ἀνθρώπους τὴν ἀπολύτρωσιν καὶ χαράν· καὶ ἐθεράπευε κάθε εἶδος ἀσθένειαν καὶ ἀδιαθεσίαν μεταξὺ τοῦ λαοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου