Εμφάνιση αναρτήσεων με ετικέτα Αναγνώσματα Κυριακής. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Αναγνώσματα Κυριακής. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 27 Ιουνίου 2026

Αναγνώσματα Κυριακής

 


Κυριακή, 28 Ιουνίου 2026

Εύρεση των Τιμίων Λειψάνων των Αγίων Αναργύρων Κύρου και Ιωάννου† ΚΥΡΙΑΚΗ Δ΄ ΜΑΤΘΑΙΟΥ. Ἀνακομιδὴ τῶν ἱερῶν λειψάνων Κύρου καὶ Ἰωάννου τῶν ἀναργύρων (412).


♦️ ΑΠΟΣΤΟΛΟΣ 

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ϛ´ 18 - 23

18 ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. 19 ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. 20 ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. 21 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. 22 νυνὶ δέ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. 23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.


♦️ ΕΥΑΓΓΕΛΙΟ

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 5 - 13

5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· 6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. 10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῷ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.


♦️ ΕΡΜΗΝΕΙΑ ΕΥΑΓΓΕΛΙΟΥ

5 Ὅταν δὲ ὁ Ἰησοῦς ἐμβῆκεν εἰς τὴν Καπερναούμ, ἦλθε πρὸς αὐτὸν εἰς ἑκατόνταρχος, ὁ ὁποῖος τὸν παρεκάλει καὶ τοῦ ἔλεγε· 6 Κύριε, ὀ δοῦλος μου εἶναι κατάκοιτος εἰς τὸ σπίτι παραλυτικός, καὶ βασανίζεται τρομερὰ ἀπὸ πόνους. 7 Καὶ λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Θὰ ἔλθω ἑγὼ εἰς τὸ σπίτι σου καὶ θὰ τὸν θεραπεύσω. 8 Καὶ ὁ ἑκατόνταρχος ἀπεκρίθη καὶ εἶπε· Κύριε, δὲν εἶμαι ἄξιος διὰ νὰ εἰσέλθῃς κάτω ἀπὸ τὴν στέγην τοῦ σπιτιοῦ μου.Ἀλλὰ μόνον εἰπὲ μὲ ἁπλοῦν λόγον αὐτὸ ποὺ θέλεις, καὶ θὰ ἰατρευθῇ ὁ δοῦλος μου. 9 Διότι καὶ ἑγὼ ἄνθρωπος εἶμαι, ὑπεξούσιος, ποὺ λαμβάνω διαταγὰς ἀπὸ ἀνωτέρους, ἔχων ὑπὸ τὰς διαταγάς μου στρατιώτας· καὶ λέγω εἰς τοῦτον τὸν στρατιώτην πήγαινε, καὶ πηγαίνει· καὶ εἰς τὸν ἄλλον λέγω· ἐλθέ, καὶ ἔρχεται.Καὶ εἰς τὸν δοῦλον μου λέγω· κάμε αὐτό, καὶ τὸ ἐκτελεῖ.Πόσῳ μᾶλλον θὰ ἐκτελεσθῇ ὁ λόγος ὁ ἰδικός σου, ποὺ δὲν εἶσαι ὑπὸ τὰς διαταγὰς κανενός, ἀλλ' ἔχεις ἐξουσίαν ἐπὶ ὅλων τῶν ἀοράτων δυνάμεων; 10 Ὅταν δὲ ἤκουσε τοὺς λόγους αὐτοὺς ὁ Ἰησοῦς, ἐθαύμασε καὶ εἶπεν εἰς ἐκείνους, ποὺ τὸν ἠκολούθουν· Ἀληθῶς σᾶς λέγω, ὅτι οὔτε μεταξὺ τῶν Ἰσραηλιτῶν, οἱ ὁποῖοι εἶναι ὁ ἐκλεκτὸς λαὸς τοῦ Θεοῦ, δὲν εὗρον τόσον μεγάλην πίστιν. 11 Σᾶς διαβεβαιῶ δέ, ὅτι πολλοὶ σὰν τὸν ἑκατόνταρχον θὰ ἔλθουν ἀπὸ ἀνατολὴν καὶ δύσιν, ἀπὸ ὅλα τὰ μέρη τοῦ κόσμου, καὶ θὰ παρακαθήσουν ὡς εἰς ἄλλο εὐφρόσυνον δεῖπνον μαζὶ μὲ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 12 Ἐκεῖνοι δέ, ποὺ κατάγονται ἀπὸ τὸν Ἀβραὰμ καὶ σύμφωνα πρὸς τὰς ἐπαγγελίας καὶ ὑποσχέσεις τοῦ Θεοῦ εἰς τὸν Ἀβραὰμ εἶναι κληρονόμοι τῆς βασιλείας, θὰ ριφθοῦν ἔξω ἀπὸ αὐτὴν εἰς τὸ σκότος τὸ τελείως ἀπομακρυσμένον ἀπὸ τὴν βασιλείαν.Ἐκεῖ θὰ εἶναι ὁ κλαυθμὸς καὶ τὸ τρίξιμο τῶν ὀδόντων. 13 Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν ἑκατόνταρχον· Πήγαινε εἰς τὸ σπίτι σου καὶ ὅπως ἐπίστευσες, ὅτι δηλαδὴ μὲ μόνον τὸν λόγον καὶ ἀπὸ μακρυὰ δύναμαι νὰ θεραπεύσω τὸν δοῦλον σου, ἔτσι ἂς γίνῃ εἰς σέ.Πράγματι δὲ κατὰ τὴν στιγμὴν ἐκείνην ἐθεραπεύθη ὁ δοῦλος του.


🔴 Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα


Σάββατο 20 Ιουνίου 2026

Αναγνώσματα Κυριακής

 


Κυριακή, 21 Ιουνίου 2026

Άγιος Ιουλιανός από την Κιλικία, Άγιος Τερέντιος επίσκοπος Ικονίου, Άγιος Νικήτας ο Νισύριος† ΚΥΡΙΑΚΗ Γ΄ ΜΑΤΘΑΙΟΥ. Ἰουλιανοῦ μάρτυρος (γ΄-δ΄ αἰ.). Τερεντίου ἱερομάρτυρος (α΄ αἰ.), Νικήτα ἱερομ. τοῦ Νισυρίου (†1732).


♦️ Απόστολος 

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ε´ 1 - 10

1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 2 δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. 3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, 4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, 5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. 6 ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. 7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. 8 συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. 9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. 10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·


♦️ Ευαγγέλιο

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ϛ´ 22 - 33

22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; 24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. 25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31 μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἤ τί πίωμεν ἤ τί περιβαλώμεθα; 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.


♦️ Ερμηνεία Ευαγγελίου

22 Δὲν εἶναι δὲ μικρὰ συμφορὰ ἡ καρδία σας καὶ ὁ νοῦς σας νὰ κολλήσουν εἰς τὰ γήϊνα καὶ τὰ μάταια.Διὰ νὰ τὸ καταλάβετε, σᾶς φέρω μίαν εἰκόνα.Ὁ λύχνος, ποὺ δίδει φῶς εἰς τὸ σῶμα, εἶναι τὸ μάτι· ὅπως καὶ ὁ λύχνος, ποὺ φωτίζει τὴν ψυχήν, εἶναι ὁ νοῦς· ἐὰν λοιπὸν τὸ μάτι εἶναι ὑγιές, ὅλον τὸ σῶμα σου θὰ εἶναι γεμᾶτον φῶς, σὰν νὰ ἦτο ὁλόκληρον τὸ σῶμα σου μάτι· ἔτσι θὰ φωτίζεται καὶ ἡ ψυχή σου, ἐὰν ὁ νοῦς σου καὶ ἡ καρδία σου δὲν ἔχουν τυφλωθῆ ἀπὸ τὴν φιλαργυρίαν καὶ τὴν προσκόλλησιν εἰς τὰ μάταια. 23 Ἐὰν ὅμως τὸ μάτι σου εἶναι βλαμμένον καὶ τυφλωμένον, ὅλον τὸ σῶμα σου θὰ εἶναι βυθισμένον εἰς τὸ σκότος.Ἐὰν λοιπὸν ἐκεῖνο, ποὺ σοῦ ἐδόθη διὰ νὰ μεταδίδῃ φῶς εἰς σέ, γίνῃ σκότος, εἰς πόσον σκότος θὰ βυθισθῇς; Κάτι ἀνάλογον θὰ συμβῇ, ἐὰν καὶ ὁ νοῦς σου σκοτισθῇ ἀπὸ τὴν προσκόλλησιν εἰς τὸν πλοῦτον.Εἰς πόσον σκότος ἠθικὸν θὰ βυθισθῇ τότε ἡ ψυχή σου! 24 Μὴ ἀπατᾶτε δὲ τὸν ἑαυτόν σας μὲ τὴν ἰδέαν, ὅτι εἶναι δυνατὸν καὶ εἰς τὴν γῆν νὰ θησαυρίζῃ κανεὶς καὶ εἰς τὸν Θεὸν νὰ εἶναι προσκολλημένος.Κανεὶς δὲν ἠμπορεῖ νὰ εἶναι δοῦλος συγχρόνως εἰς δύο κυρίους.Διότι ἢ θὰ μισήσῃ τὸν ἕνα καὶ θὰ ἀγαπήσῃ τὸν ἄλλον· ἢ θὰ προσκολληθῇ εἰς τὸν ἕνα καὶ θὰ καταφρονήσῃ τὸν ἄλλον.Δὲν δύνασθε νὰ εἶσθε συγχρόνως δοῦλοι καὶ τοῦ Θεοῦ καὶ τοῦ μαμωνᾶ.Ἢ θὰ μισήσετε τὸν πλοῦτον, διὰ νὰ ἀγαπήσετε τὸν Θεόν, ἢ θὰ προσκολληθῆτε εἰς τὸν πλοῦτον καὶ θὰ καταφρονήσετε τότε τὸν Θεόν. 25 Ἀφοῦ λοιπὸν ἡ καρδία σας πρέπει νὰ ἀνήκῃ ἀποκλειστικὰ εἰς τὸν Θεόν, διὰ τοῦτο σᾶς λέγω, κόψατε τὴν ρίζαν τῆς πλεονεξίας καὶ μὴ φροντίζετε μὲ ἀγωνίαν καὶ στενοχωρίαν διὰ τὴν ζωήν σας, τὶ θὰ φάγετε καὶ τί θὰ πίετε, οὔτε διὰ τὸ σῶμα σας, τὶ θὰ ἐνδυθῆτε.Δὲν ἀξίζει ἡ ζωὴ περισσότερον ἀπὸ τὴν τροφὴν καὶ τὸ σῶμα πιὸ πολὺ ἀπὸ τὸ ἔνδυμα; Ὁ Θεὸς λοιπόν, ποὺ σᾶς ἔδωκε τὰ ἀνώτερα ταῦτα, θὰ σᾶς δώσῃ καὶ τὰ κατώτερα, τὴν τροφὴν δηλαδὴ καὶ τὸ ἔνδυμα. 26 Κυττάξατε τὰ πετεινά, ποὺ πετοῦν εἰς τὸν ἀέρα, καὶ ἴδετε, ὅτι αὐτὰ δὲν σπείρουν, οὔτε θερίζουν, οὔτε μαζεύουν εἰς ἀποθήκας διὰ τὸν χειμῶνα ἢ τὸν καιρὸν τῆς στερήσεως.Καὶ ὅμως ὁ Πατήρ σας ὁ ἐπουράνιος τὰ τρέφει.Σεῖς δὲν ἀξίζετε πολὺ περισσότερον ἀπὸ αὐτά; 27 Διὰ νὰ καταλάβετε δέ, πόσον ἀνόητος καὶ ἀνίσχυρος εἶναι ἡ μέριμνά σας αὐτή, σᾶς ἐρωτῶ: Ποῖος ἀπὸ σᾶς, ὀσονδήποτε καὶ ἂν φροντίσῃ, ἠμπορεῖ νὰ προσθέσῃ εἰς τὸ ἀνάστημά του ἕνα πῆχυν; Κανείς.Τί κατορθώνετε λοιπὸν μὲ τὴν μέριμνάν σας; 28 Καὶ διὰ τὸ ἔνδυμα διατὶ κυριεύεσθε ἀπὸ ἀνήσυχον καὶ ἀγωνιώδη φροντίδα; Παρατηρήσατε τὰ ἄνθη, ποὺ φυτρώνουν μόνα των εἰς τὸν ἀγρόν, μὲ ποῖον τρόπον αὐξάνουν.Δὲν κοπιάζουν οὔτε γνέθουν· 29 καὶ ὅμως σᾶς λέγω, ὅτι οὔτε ὁ σοφὸς εἰς ἐπινοήσεις Σολομών, μὲ ὅλην τὴν ἑξακουσμένην βασιλικὴν μεγαλοπρέπειάν του καὶ τὴν λαμπρὰν καὶ ἔνδοξον περιβολὴν καὶ παράστασίν του, δὲν περιεβλήθη ἔνδυμα τόσον ὠραῖον καὶ θαυμάσιον, ὅπως περιβάλλεται ἕνα ἀπὸ τὰ ἄνθη αὐτά. 30 Ἐὰν δὲ ὁ Θεὸς τόσον μεγαλοπρεπῶς ἐνδύῃ τὰ ἀγριόχορταρα, ποὺ φυτρώνουν μόνα των εἰς τὸν ἀγρόν, καὶ ποὺ δὲν ἔχουν προορισμὸν νὰ ζήσουν αἰώνια, ὅπως σεῖς, ἀλλὰ σήμερον ὑπάρχουν καὶ αὔριον ρίπτονται εἰς τὸν φοῦρνον ὡς καύσιμον ὑλικόν, δὲν θὰ δώσῃ ἔνδυμα πολὺ περισσότερον εἰς σᾶς, ὦ ὀλιγόπιστοι; 31 Μὴ καταληφθῆτε λοιπὸν ποτὲ ἀπὸ ἀνήσυχον φροντίδα λέγοντες, τί θὰ φάγωμεν ἢ τί θὰ πίωμεν ἢ τί θὰ περιβληθῶμεν ὡς ἔνδυμα; 32 Διότι οἱ ἐθνικοὶ καὶ εἰδωλολάτραι, ποὺ ἁγνοοῦν ὁλοτελῶς τὰ ἀσυγκρίτου ἀξίας οὐράνια ἀγαθά, ζητοῦν ὅλα αὐτὰ τὰ μάταια καὶ φθαρτά, ὡς τὰ μόνα σοβαρὰ καὶ ἀπαραίτητα.Σεῖς ὅμως μὴ ἀνησυχῆτε δι' αὐτά, διότι ὁ Πατήρ σας ὁ οὐράνιος γνωρίζει, ὅτι ἔχετε ἀνάγκην ἀπὸ ὅλα αὐτὰ καὶ συνεπῶς θὰ σᾶς τὰ δώσῃ αὐτός. 33 Ζητεῖτε δὲ πρωτίστως καὶ κυρίως τὰ πνευματικὰ ἀγαθὰ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τὴν ἀπόκτησιν τῶν ἀρετῶν, ποὺ ὁ Θεὸς ζητεῖ ἀπὸ σᾶς ὡς ὅρον, διὰ νὰ σᾶς χαρίσῃ τὰ ἀγαθὰ ταῦτα, καὶ τότε ὅλα αὐτὰ τὰ ἐπίγεια θὰ σᾶς δοθοῦν μαζὶ μὲ ἐκεῖνα.


Σάββατο 25 Απριλίου 2026

Αναγνώσματα Κυριακής

 


Κυριακή, 26 Απριλίου 2026

Των Αγίων Μυροφόρων γυναικών, έτι δε Ιωσήφ του εξ Αριμαθαίας και του νυκτερινού μαθητού Νικοδήμου, Άγιος Βασιλέας Ιερομάρτυρας Επίσκοπος Αμασείας, Αγία Γλαφυρή† ΚΥΡΙΑΚΗ Γ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Τῶν ἁγίων μυροφόρων γυναικῶν, ἔτι δὲ Ἰωσὴφ τοῦ ἐξ Ἀριμαθαίας καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου». Βασιλέως ἐπισκόπου Ἀμασείας ἱερομάρτυρος (†332), Γλαφύρας καὶ Ἰούστας ὁσίων (†322).


♦️Ἀπόστολος

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ϛ´ 1 - 71 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.


♦️ Ευαγγέλιο 

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΕ´ 43 - 47

43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.ΚΑΤΑ ΜΑΡΚΟΝ ΙϚ´ 1 - 81 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 καὶ λίαν πρωῒ τς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 ἀλλ’ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

♦️Ερμηνεία Ευαγγελίου Παναγιώτου Τρεμπέλα 

43 ἦλθεν ὁ Ἰωσήφ, ποὺ κατήγετο ἀπὸ τὴν πόλιν Ἀριμαθαίαν, σεβαστὸν καὶ ἐπίσημον μέλος τοῦ ἰουδαϊκοῦ συνεδρίου, ποὺ καὶ αὐτὸς εἶχε πιστεύσει εἰς τὸ περὶ βασιλείας τοῦ Θεοῦ κήρυγμα τοῦ Ἰησοῦ καὶ ἐπερίμενε τὴν βασιλείαν αὐτήν, χωρὶς νὰ κλονισθῇ ἡ ἐλπίς του αὐτὴ ἀπὸ τὸν θάνατον τοῦ Ἰησοῦ. Καὶ ἔλαβε τὴν τόλμην καὶ παρουσιάσθη εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ. 44 Ὁ Πιλᾶτος δὲ ἐξεπλάγη καὶ ἠπόρησεν, ἐὰν τόσον γρήγορα ἀπέθανεν ὁ Ἰησοῦς. Καὶ ἀφοῦ ἐπροσκάλεσε τὸν ἑκατόνταρχον, τὸν ἠρώτησεν, ἐὰν εἶχεν ὤραν πολλὴν ποὺ ἀπέθανε. 45 Καὶ ὅταν ἔμαθεν ἀπὸ τὸν ἑκατόνταρχον, ὅτι πράγματι ἀπέθανεν, ἐχάρισεν εἰς τὸν Ἰωσὴφ τὸ σῶμα. 46 Καὶ ἐκεῖνος ἀφοῦ ἠγόρασε σινδόνα καινουργῆ καὶ ἀμεταχείριστον καὶ τὸν ἐκατέβασεν ἀπὸ τὸν σταυρόν, ἐτύλιξε τὸ σῶμα εἰς τὴν σινδόνα καὶ τὸν ἔβαλε χάμω εἰς μνημεῖον, ποὺ ἦτο σκαλισμένον μέσα εἰς τὸν βράχον· καὶ ἐκύλισε λίθον βαρὺν ἐπάνω εἰς τὸ στόμιον τοῦ μνημείου. 47 Ἡ Μαγδαληνὴ δὲ Μαρία καὶ ἡ Μαρία τοῦ Ἰωσῆ παρετήρουν προσεκτικὰ καὶ μὲ πολὺ ἐνδιαφέρον ποὺ ἐτέθη τὸ σῶμα.ΚΑΤΑ ΜΑΡΚΟΝ ΙϚ´ 1 - 81 Καὶ ἀφοῦ ἐπέρασε τὸ Σάββατον, ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου καὶ ἡ Σαλώμη ἠγόρασαν τὸ βράδυ τοῦ Σαββάτου ἀρώματα, διὰ νὰ ἔλθουν τὸ πρωῒ εἰς τὸν τάφον καὶ ἀλείψουν τὸν Ἰησοῦν. 2 Καὶ πολὺ πρωῒ τῆς πρώτης ἡμέρας τῆς ἑβδομάδος ἔρχονται εἰς τὸ μνημεῖον τὴν ὥραν, ποὺ ὁ ὑποκάτω ἀπὸ τὸν ὁρίζοντα ἀνατέλλων ἥλιος ἤρχισε νὰ διαλύῃ τὸ πρωϊνὸ σκοτάδι. 3 Καὶ ἔλεγαν ἀναμεταξύ τους· Ποῖος θὰ μᾶς ἀποκυλίσῃ τὴν μεγάλην πέτραν ἀπὸ τὴν εἴσοδον τοῦ μνημείου; 4 Καὶ μόλις ἐσήκωσαν τὰ μάτια τους, εἶδαν, ὅτι εἶχε κυλισθῆ μακρὰν ἀπὸ τὸ μνημεῖον ἡ πέτρα. Καὶ ἔλεγαν μεταξύ τους αὐτά, διότι ἡ πέτρα αὐτὴ ἦτο πολὺ μεγάλη καὶ δὲν ἦτο εὔκολον νὰ ἀποκυλισθῇ. 5 Καὶ μόλις ἐσήκωσαν τὰ μάτια τους, εἶδαν, ὅτι εἶχε κυλισθῆ μακρὰν ἀπὸ τὸ μνημεῖον ἡ πέτρα. Καὶ ἔλεγαν μεταξύ τους αὐτά, διότι ἡ πέτρα αὐτὴ ἦτο πολὺ μεγάλη καὶ δὲν ἦτο εὔκολον νὰ ἀποκυλισθῇ. 6 Αὐτὸς δὲ τοὺς εἶπε· Μὴ ἐκπλήττεσθε καὶ μὴ φοβεῖσθε. Ἠξεύρω ποῖον ζητάτε. Ζητᾶτε τὸν Ἰησοῦν τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον. Ἀνεστήθη. Δὲν εἶναι ἐδῶ. Ἰδού, εἶναι ἀδειανὸ τὸ μέρος, ὅπου τὸν ἔβαλαν. 7 Ἀλλὰ πηγαίνετε, εἴπατε εἰς τοὺς μαθητάς του καὶ ἰδιαιτέρως εἰς τὸν Πέτρον, ποὺ ἔχει ἀνάγκην παρηγορίας καὶ βεβαιώσεως ὅτι συνεχωρήθη διὰ τὴν ἄρνησίν του, ὅτι πηγαίνει προτήτερα ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν. Ἐκεῖ θὰ τὸν ἰδῆτε, καθὼς σᾶς εἶπε, προτοῦ νὰ σταυρωθῇ. 8 Καὶ ἐκεῖναι, ἀφοῦ ἐβγῆκαν, ἔφυγαν ἀπὸ τὸ μνημεῖον. Τὰς κατεῖχε δὲ τρόμος καὶ ἦσαν ἐκστατικαί. Καὶ δὲν εἶπαν τίποτε εἰς κανένα, διότι ἐφοβοῦντο.

Σάββατο 21 Φεβρουαρίου 2026

Αναγνώσματα Κυριακής

 


Κυριακή, 22 Φεβρουαρίου 2026

Κυριακή της Τυρινής, Μνήμη των εν τοις Ευγενίου ευρεθέντων Μαρτύρων, Όσιος Αθανάσιος ο Ομολογητής της Μονής Παυλοπετρίου† ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ. «Ἀνάμνησις τῆς ἀπὸ τοῦ παραδείσου ἐξορίας τοῦ πρωτοπλάστου Ἀδάμ». Ἡ εὕρεσις τῶν ἱ. λειψάνων τῶν ἁγίων μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου (†395-423).


🔸Ἀπόστολος

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΓ´ 11 - 14

11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλ’ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΔ´ 1 - 41 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.


🔸Ευαγγέλιο 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ϛ´ 14 - 21

14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· 15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. 16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, 18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· 20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· 21 ὅπου γάρ ἐστιν ὁ θησαυρός ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.


🔸 Ερμηνεία Ευαγγελίου 

14 Πρέπει δέ, ὅταν ζητῆτε τὴν ἄφεσιν τῶν ἁμαρτιῶν σας, συγχωρῆτε καὶ σεῖς τοὺς ἄλλους, διότι, ἐὰν συγχωρήσετε τοὺς ἀνθρώπους τὰ ἁμαρτήματα, ποὺ ἔκαμαν εἰς σᾶς, καὶ ὁ Πατήρ σας ὁ οὐράνιος θὰ συγχωρήσῃ καὶ εἰς σᾶς τὰ ἰδικά σας ἁμαρτήματα. 15 Ἐὰν ὅμως δὲν συγχωρήσετε εἰς τοὺς ἀνθρώπους τὰ πρὸς σᾶς ἁμαρτήματά των, οὔτε ὁ Πατήρ σας θὰ συγχωρήσῃ τὰς πρὸς αὐτὸν ἁμαρτίας σας. 16 Ὅταν δὲ νηστεύετε, μὴ γίνεσθε σὰν τοὺς ὑποκριτὰς σκυθρωποὶ καὶ περίλυποι.Διότι ἀλλοιώνουν τὰ πρόσωπά των καὶ προσλαμβάνουν ὄψιν καὶ ἔκφρασιν καταβεβλημένου ἀπὸ τὰς στερήσεις ἀνθρώπου, διὰ νὰ φανοῦν εἰς τοὺς ἀνθρώπους ὅτι νηστεύουν.Ἀληθινὰ σᾶς λέγω, ὅτι ἔλαβαν ἐξ ὁλοκλήρου ἀπὸ τοὺς ἐπαίνους τῶν ἀνθρώπων τὴν ἀμοιβήν των. 17 Σὺ ὅμως, ὅταν νηστεύης, ἄλειψε τὴν κεφαλήν σου καὶ νίψε τὸ πρόσωπόν σου, ὥστε νὰ φαίνεσαι χαρούμενος. 18 Καὶ νὰ μὴ φανῇς εἰς τοὺς ἀνθρώπους, ὅτι νηστεύεις.Ἀλλὰ νὰ φανῇ ἡ νηστεία σου μόνον εἰς τὸν Πατέρα σου, ποὺ εἶναι μὲν ἀόρατος, ἀλλ’ εὑρίσκεται παρὼν καὶ εἰς αὐτὰ τὰ ἀπόκρυφα μέρη.Καὶ ὁ Πατήρ σου, ποὺ βλέπει εἰς τὰ κρυφά, θὰ σοῦ ἀποδώσῃ τὴν ἀμοιβήν σου εἰς τὰ φανερά. 19 Μὴ μαζεύετε χάριν τοῦ ἑαυτοῦ σας θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου ὁ σκόρος καὶ ἡ φθορὰ τῆς σαπίλας ἢ τῆς σκωρίας ἀφανίζουν τὰ ἀποθηκευόμενα εἴδη τοῦ πλούτου καὶ ὅπου κλέπται διατρυποῦν τοὺς τοίχους τῶν θησαυροφυλακίων σας καὶ τὰ κλέπτουν. 20 Μαζεύετε δὲ διὰ τοὺς ἑαυτούς σας θησαυροὺς εἰς τὸν οὐρανόν, ὅπου οὔτε σκόρος οὔτε σαπίλα καὶ σκωριὰ ἀφανίζουν τὰ θησαυριζόμενα καὶ ὅπου κλέπται δὲν τρυποῦν τοὺς τοίχους τῶν θησαυροφυλακίων οὔτε κλέπτουν. 21 Πρέπει δὲ νὰ θησαυρίζετε θησαυροὺς εἰς τὸν οὐρανόν, διὰ νὰ εἶναι καὶ ἡ καρδία σας προσκολλημένη εἰς τὸν Θεὸν καὶ εἰς τὰ οὐράνια.Διότι ἐκεῖ, ὅπου θὰ εἶναι ὁ θησαυρός σας, θὰ εἶναι καὶ ἡ καρδία σας.

Σάββατο 14 Φεβρουαρίου 2026

Αναγνώσματα Κυριακής

 


Κυριακή, 15 Φεβρουαρίου 2026

Κυριακή των Απόκρεω, Άγιος Ονήσιμος ο Απόστολος, Όσιος Ευσέβιος, Όσιος Άνθιμος ο Βαγιάνος ο εν Χίω, Άγιος Ιωάννης Κουλακιώτης ο εν Θεσσαλονίκη† ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ. «Μνεία τῆς δευτέρας καὶ ἐνδόξου παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Ονησίμου ἀποστόλου (†109). Εὐσεβίου ὁσίου (ε΄ αἰ.), Μαΐωρος μάρτυρος, Ἀνθίμου ὁσίου (τοῦ Βαγιάνου) τοῦ ἐν Χίῳ (†1960).

🔸Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Η´ 8 - 13

8 βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. 9 βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. 10 ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. 13 διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Θ´ 1 - 21 Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; 2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.

🔸Ευαγγέλιο 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΕ´ 31 - 46

31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· 35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· 42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

🔸 Ερμηνεία Ευαγγελίου 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΕ´ 31 - 46

31 Οταν δε έλθη ο υιός του ανθρώπου με όλην την δόξαν αυτού και μαζή με αυτόν όλοι οι άγγελοί του, τότε θα καθίση στον θρόνον του, τον λαμπρόν και ένδοξον. 32 Και θα συναχθούν εμπρός του όλα τα έθνη της γης από της δημιουργίας του Αδάμ μέχρι της συντελείας του κόσμου και θα χωρίση αυτούς μεταξύ των με όσην ευκολίαν χωρίζει ο ποιμήν τα πρόβατα από τα ερίφια. 33 Και θα θέση τα μεν πρόβατα εις τα δεξιά του τα δε ερίφια εις τα αριστερά. 34 Τοτε θα στραφή ο βασιλεύς εις εκείνους που θα ευρίσκωνται εις τα δεξιά του και θα πη· “ελάτε σεις οι ευλογημένοι του Πατρός μου και κληρονομήσατε την βασιλείαν των ουρανών, η οποία έχει ετοιμασθή για σας από τότε που εθεμελιώνετο ο κόσμος. 35 Διότι επείνασα και μου εδώσατε να φάγω, εδίψασα και με εποτίσατε, ήμουν ξένος που δεν είχα τόπον να μείνω, και με επήρατε στο σπίτι σας. 36 Ημουν γυμνός και με ενεδύσατε, αρρώστησα και με επισκεφθήκατε, εις την φυλακήν ήμουν και ήλθατε να με ιδήτε”. 37 Τοτε θα αποκριθούν προς αυτόν οι δίκαιοι και θα πουν· “Κυριε, πότε σε είδαμε πεινασμένον και σε εθρέψαμε η διψασμένον και σου εδώσαμε νερό; 38 Ποτε δε σε είδαμεν ξένον και σε περιμαζέψαμε η γυμνόν και σε ενεδύσαμεν; 39 Ποτε δε σε είδαμε ασθενή η φυλακισμένον και ήλθαμε εις επίσκεψίν σου;” 40 Και θα αποκριθή εις αυτούς ο βασιλεύς· “Αληθινά σας λέγω, κάθε τι που εκάματε, δια να εξυπηρετήσετε ένα από τους αδελφούς μου, που φαίνονται άσημοι και ελάχιστοι μέσα εις την κοινωνίαν, το εκάματε εις εμέ” (Ο Χριστός, ο βασιλεύς, που είναι ο Υιός του Θεού αλλά και υιός του ανθρώπου, τους πάσχοντας, τους πτωχούς και γυμνούς, αυτούς τους οποίους οι ματαιόδοξοι και υπερήφανοι περιφρονούν, τους θεωρεί αδελφούς του, τέκνα του ουρανίου Πατρός και τους περιβάλλει με όλην του την αγάπην. Δι'αυτό και κάθε βοήθειαν που τους προσφέρεται την θεωρεί ως προσφερομένην εις αυτόν τον ίδιον). 41 Τοτε θα πη και εις εκείνους, που στέκονται εις τα αριστερά του· “φύγετε μακρυά από εμέ σεις οι καταράμενοι και πηγαίνετε στο αιώνιον πυρ, που έχει ετοιμασθή δια τον διάβολον και τους πονηρούς αγγέλους του. 42 Διότι επείνασα και δεν μου εδώσατε να φάγω, εδίψασα και δεν με εποτίσατε. 43 Ξενος ήμουν και δεν με επήρατε στο σπίτι σας, γυμνός και δεν με ενεδύσατε, άρρωστος και φυλακισμένος και δεν με επισκεφθήκατε”. 44 Τοτε θα αποκριθούν και αυτοί λέγοντες, “Κυριε, πότε σε είδαμε πεινασμένο η διψασμένον η ξένον η γυμνόν η ασθενή η φυλακισμένον και δεν σε υπηρετήσαμεν;” 45 Τοτε θα αποκριθή εις αυτούς και θα είπη· “αλήθεια σας λέγω· εφ' όσον δεν εκάματε τα καλά αυτά εις ένα από αυτούς, που ο κόσμος θεωρεί πολύ μικρούς, ούτε εις εμέ εκάματε”. 46 Και θα απέλθουν αυτοί μεν εις την αιωνίαν κόλασιν μαζή με τον διάβολον, οι δε δίκαιοι εις την αιωνίαν ζωήν μαζή με τον Θεόν. (Ετσι η δικαία κρίσις θα έχη γίνει, το δίκαιον θα αποδοθή και η ασάλευτος αποκατάστασις θα πραγματοποιηθή).

Σάββατο 10 Ιανουαρίου 2026

Αναγνώσματα Κυριακής

 

Κυριακή, 11 Ιανουαρίου 2026

Όσιος Θεοδόσιος ο κοινοβιάρχης, Όσιος Θεοδόσιος ηγούμενος Μονής Φιλόθεου εν Άθω και Επίσκοπος Τραπεζούντος† ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου (†529).

🏵️Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Δ´ 6 - 15

6 ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. 7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, 8 ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.


🏵️ΕΥΑΓΓΈΛΙΟ 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 12 - 17

12 Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. 13 καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· 15 Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, 16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. 17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.


🏵️ΕΡΜΗΝΕΊΑ ΕΥΑΓΓΕΛΊΟΥ

 12 Ὅταν δὲ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ὁ Ἰωάννης παρεδόθη ὑπὸ τοῦ βασιλέως Ἀντίπα εἰς φυλακήν, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. 13 Καὶ ἀφοῦ ἀφῆκε τὴν Ναζαρέτ, ἦλθε καὶ κατοίκησεν εἰς τὴν Καπερναούμ, ἡ ὁποία ἦτο κτισμένη πλησίον τῆς λίμνης, εἰς τὰ σύνορα τῶν φυλῶν Ζαβουλὼν καὶ Νεφθαλείμ, 14 διὰ νὰ ἐπαληθεύσῃ καὶ πραγματοποιηθῇ ἐκεῖνο, ποὺ εἶπεν ὁ Θεὸς διὰ μέσου τοῦ προφήτου Ἡσαΐου, ὁ ὁποῖος λέγει· 15 Ἡ χώρα τῆς φυλῆς Ζαβουλὼν καὶ ἡ χώρα τῆς φυλῆς Νεφθαλείμ, ποὺ ἐκτείνεται πλησίον τῆς θαλάσσης καὶ πέραν ἀπὸ τὸν Ἰορδάνην, πρὸς ἀνατολὰς αὐτοῦ, ἡ Γαλιλαία, εἰς τὴν ὁποίαν κατοικοῦν πολλοὶ ἐθνικοί, 16 ὁ λαός, ποὺ κάθηται ὡσὰν κρατημένος καὶ ἀκίνητος εἰς τὸ πνευματικὸν σκότος τῆς εἰδωλολατρικῆς πλάνης καὶ τῆς ἀσεβείας, εἶδε φῶς πνευματικὸν μέγα, τὸν Χριστόν, καὶ εἰς ἐκεῖνους, ποὺ κάθηνται εἰς τὴν χώραν, τὴν ὁποίαν σκιάζει τὸ πυκνότατον σκότος τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, ἔλαμψεν ἐξ οὐρανοῦ φῶς εἰς αὐτούς. 17 Ἀπὸ τότε ἤρχισεν ὁ Ἰησοῦς νὰ κηρύττῃ συστηματικῶς καὶ νὰ λέγῃ· Μετανοεῖτε, διότι ἐπλησίασαν αἱ ἡμέραι κατὰ τὰς ὁποίας ὁ Μεσσίας μὲ τὴν νέαν, πνευματικήν, ἁγίαν καὶ οὐράνιον ζωήν, ἡ ὁποία θὰ μεταδίδεται ἐν τῇ Ἐκκλησίᾳ του, θὰ ἐγκαθιδρύσῃ καὶ ἐπὶ τῆς γῆς τὴν βασιλείαν τῶν οὐρανῶν.

Κυριακή 14 Δεκεμβρίου 2025

Αναγνώσματα Κυριακής

 


Κυριακή, 14 Δεκεμβρίου 2025

Κυριακή των Αγίων Προπατόρων, Άγιοι Θύρσος, Λεύκιος και Καλλίνικος, Άγιοι Φιλήμων, Απολλώνιος, Αρριανός και οι τέσσερις Προτεκτοράτοι† ΚΥΡΙΑΚΗ ΚΖ΄ (ΙΑ΄ ΛΟΥΚΑ). «Τῶν ἁγίων προπατόρων». Θύρσου, Ἀπολλωνίου, Ἀρριανοῦ καὶ τῶν σὺν αὐτοῖς μαρτύρων (†286-287).


📍Ἀπόστολος

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Γ´ 4 - 11

4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, 6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· 8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστό 


📍Ευαγγέλιο 

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΔ´ 16 - 24

16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς· 17 καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. 18 καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες, ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. 22 καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. 23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. 24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 14 - 14

14 πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.


📍 Ερμηνεία Ευαγγελίου 

16 Ο δε Ιησούς είπε εις αυτόν την εξής παραβολήν· “ένας άνθρωπος παρέθεσε μέγα δείπνον και εκάλεσε πολλούς. 17 Και την ώραν, που θα παρετίθετο το δείπνον, έστειλε τον δούλον του να πη στους προσκαλεσμένους· Ελάτε διότι τώρα είναι τα πάντα έτοιμα. 18 Και αυτοί σαν να ήταν συνεννοημένοι ήρχισαν να παραιτούνται όλοι από το δείπνον με διαφόρους δικαιολογίας· ο πρώτος είπε· Αγόρασα ένα αγρόν και έχω ανάγκην να βγω έξω και να τον ίδω· σε παρακαλώ να με θεωρήσης απηλλαγμένον από την υποχρέωσιν να παρακαθίσω στο δείπνον. 19 Και άλλος είπε· Αγόρασα πέντε ζευγάρια βώδια και πηγαίνω να τα δοκιμάσω· σε παρακαλώ να θεωρήσης δικαιολογημένην την απουσίαν μου. 20 Και άλλος είπε· Ενυμφεύθην και δια τούτο δεν μπορώ να έλθω. 21 Και επέστρεψε ο δούλος εκείνος προς τον κύριον του και του διηγήθηκε όλα αυτά. Τοτε, γεμάτος οργήν ο οικοδεσπότης εναντίον των αναξίων προσκαλεσμένων, είπε στον δούλον του· Εβγα γρήγορα εις τας πλατείας και τους δρόμους της πόλεως και φέρε εδώ μέσα τους πτωχούς και τους αναπήρους και τους χωλούς και τους τυφλούς. 22 Και αφού εξετέλεσε την εντολήν του Κυρίου του ο δούλος, είπε· Κυριε, έγινε όπως διέταξες, και είναι ακόμη τόπος αδειανός. 23 Και είπεν ο κύριος προς τον δούλον· Εβγα στους δρόμους, στους φράκτες των κτημάτων, έξω από την πόλιν και παρακίνησε με επιμονήν όλους όσους εύρης να έλθουν εδώ, δια να γεμίση οίκος μου. 24 Διότι σας διαβεβαιώνω, ότι κανείς από τους προσκαλεσμένους εκείνους άνδρες δεν θα γευθή τίποτε από το δείπνον μου”. (Οι κυρίως προσκεκλημένοι, οι πνευματικοί άρχοντες του Ισραήλ και οι άλλοι Εβραίοι, αποροφημένοι από τα υλικά των συμφέροντα και την ματαιοδοξίαν των, ηρνήθησαν την πρόσκλησιν του Χριστού και απέκλεισαν τον ευατόν των από την βασιλείαν των ουρανών. Οι τελώναι και οι αμαρτωλοί και οι ειδωλολάτραι, οι περιφρονημένοι από τους γραμματείς και τους Φαρισαίους εδέχθησαν με ευγνωμοσύνην και ταπείνωσιν την τιμητικήν πρόσκλησιν και έγιναν έτσι ένδοξα μέλη της βασιλείας των ουρανών).

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 14 - 14

14 Διότι πολλοί είναι οι προσκεκλημένοι εις την βασιλείαν του Θεού, αλλά ολίγοι είναι οι εκλεκτοί, που δέχονται με ευγνωμοσύνην την πρόσκλησιν και ετοιμάζονται όπως πρέπει”.

Σάββατο 25 Οκτωβρίου 2025

Αναγνώσματα Κυριακής

 


Κυριακή, 26 Οκτωβρίου 2025

Άγιος Δημήτριος ο Μυροβλύτης, Μνήμη Μεγάλου Σεισμού† Δημητρίου μεγαλομάρτυρος τοῦ μυροβλύτου (†306), ἀνάμνησις τοῦ γεγονότος σεισμοῦ (740).


📍Ἀπόστολος

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β' Β´ 1 - 10

1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.


📍Ευαγγέλιο 

ΚΑΤΑ ΛΟΥΚΑΝ Η´ 27 - 39

27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· Λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. 34 ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. 36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. 38 ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ, ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.


📍 Ερμηνεία Ευαγγελίου 

ΚΑΤΑ ΛΟΥΚΑΝ Η´ 27 - 39

27 Ὅταν δὲ ὁ Ἰησοῦς ἐβγῆκεν εἰς τὴν ξηράν, τὸν συνήντησε κάποιος ἄνθρωπος καταγόμενος ἀπὸ τὴν πόλιν, ὁ ὁποῖος εἶχε μέσα του δαιμόνια ἀπὸ πολλὰ χρόνια καὶ δὲν ἐφοροῦσεν ἐπάνω του ροῦχα καὶ δὲν ἔμενεν εἰς σπίτι, ἀλλὰ μέσα εἰς τὰ μνήματα. 28 Ὅταν ὅμως εἶδε τὸν Ἰησοῦν, ἀπὸ τὸν φόβον τοῦ ἐφώναξε δυνατὰ καὶ ἔπεσεν εἰς τοὺς πόδας του καὶ μὲ φωνὴν μεγάλην εἶπε· Ποία σχέσις ὑπάρχει μεταξὺ ἐμοῦ καὶ σοῦ καὶ τὶ ζητᾷς ἀπὸ ἐμέ, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Σὲ παρακαλῶ μὴ μὲ βασανίσῃς, καὶ μὴ μοῦ ἐπιβάλῃς τὴν τιμωρίαν νὰ ἐγκλεισθῶ ἀπὸ τώρα εἰς τὰ σκότη τοῦ Ἅδου. 29 Εἶπε δὲ τὸν λόγον αὐτὸν ὁ δαιμονιζόμενος, διότι ὁ Ἰησοῦς παρήγγειλε καὶ διέταξε τὸ ἀκάθαρτον πνεῦμα νὰ βγῇ ἀπὸ τὸν ἄνθρωπον. Διότι ἐπὶ πολλὰ ἔτη τὸν εἶχε κυριεύσει. Καὶ λόγῳ τῆς ἀγρίας ἑξάψεως, ποὺ τοῦ ἐδημιουργεῖ, τὸν ἔδεναν μὲ ἁλύσεις καὶ μὲ σιδηρᾶ δεσμὰ εἰς τὰ πόδια, ἐπειδὴ τὸν ἐφύλαττον νὰ μὴ κακοποιήσῃ ἢ βλάψῃ τινά. Ἀλλ’ αὐτὸς ἔσπαζε τὰ δεσμὰ καὶ ἐσύρετο βιαίως ὑπὸ τοῦ δαίμονος εἰς τοὺς ἐρήμους τόπους. 30 Τὸν ἠρώτησε δὲ ὁ Ἰησοῦς καὶ τοῦ εἶπε· Τί εἶναι τὸ ὄνομά σου; Αὐτὸς δὲ εἶπε· Λεγεών, δηλαδὴ σύνταγμα στρατιωτῶν. Καὶ ἦτο αὐτὸ τὸ ὄνομά του, διότι οὐχὶ ἕν, ἀλλὰ πολλὰ δαιμόνια εἶχον εἰσέλθει εἰς τὸν ἄνθρωπον αὐτόν. 31 Καὶ διὰ στόματος τοῦ δαιμονιζομένου παρεκάλουν αὐτὸν νὰ μὴ διατάξῃ νὰ ὑπάγουν εἰς τὰ τρίσβαθα τοῦ Ἅδου. 32 Ἦτο δὲ ἐκεῖ ἕνα κοπάδι ἀπὸ πολλοὺς χοίρους, ποὺ ἔβοσκαν εἰς τὸ βουνόν. Καὶ τὸν παρεκάλουν νὰ ἐπιτρέψῃ εἰς αὐτὰ νὰ ἔμβουν εἰς ἐκείνους τοὺς χοίρους. Καὶ ἐπειδὴ αὐτοί, ποὺ ἔτρεφον τοὺς χοίρους, ἔπραττον τοῦτο παρὰ τὸν Μωσαϊκὸν νόμον, ὁ ὁποῖος ἀπηγόρευεν ὡς ἀκάθαρτον τὸ χοιρινὸν κρέας, ὁ Κύριος τιμωρῶν τὴν παρανομίαν ταύτην ἐπέτρεψε τοῦτο εἰς αὐτά. 33 Ἀφοῦ δὲ ἐβγῆκαν τὰ δαιμόνια ἀπὸ τὸν ἄνθρωπον, ἐμβῆκαν εἰς τοὺς χοίρους. Καὶ ἔτρεξεν ἀσυγκράτητα καὶ μὲ μανίαν τὸ κοπάδι ἀπὸ τὸ ἐπάνω μέρος τοῦ κρημνοῦ πρὸς τὰ κάτω εἰς τὴν λίμνην καὶ ἐπνίγη. 34 Ὅταν δὲ ἐκεῖνοι, ποὺ ἔβοσκαν τοὺς χοίρους, εἶδαν αὐτὸ ποὺ ἔγινεν, ἔφυγαν. Καὶ ἀνήγγειλαν τὸ συμβὰν τῆς καταστροφῆς τῶν χοίρων εἰς τοὺς κατοίκους τῆς πόλεως καὶ εἰς ἐκείνους, ποὺ ἔμεναν ἔξω εἰς τοὺς ἀγρούς. 35 Ἐβγῆκαν δὲ ἀπὸ τὴν πόλιν καὶ τὰ περίχωρα οἱ ἄνθρωποι διὰ νὰ ἴδουν ἐκεῖνο ποὺ ἔγινε. Καὶ ἦλθον εἰς τὸν Ἰησοῦν. Καὶ ηὗραν τὸν ἄνθρωπον, ἀπὸ τὸν ὁποῖον εἶχαν βγῇ τὰ δαιμόνια, νὰ κάθεται κοντὰ εἰς τοὺς πόδας τοῦ Ἰησοῦ ἐνδεδυμένος καὶ σωφρονισμένος. Καὶ ἐφοβήθησαν. 36 Τοὺς διηγήθησαν δὲ καὶ ἐκεῖνοι, ποὺ εἶχαν ἴδει τὸ περιστατικόν, πῶς ἔγινε καλὰ ὁ δαιμονισμένος. 37 Καὶ τὸν παρεκάλεσαν ὅλον τὸ πλῆθος τῆς περιφερείας τῶν Γαδαρηνῶν νὰ φύγῃ ἀπὸ αὐτούς, διότι ἐκυριεύθησαν ἀπὸ μεγάλον φόβον, ὅταν εἶδαν τὴν δικαίαν τιμωρίαν, ποὺ ἐπεβλήθη εἰς αὐτούς, οἱ ὁποῖοι παρὰ τὴν ἀπαγόρευσιν τοῦ νόμου ἔτρεφον χοίρους. Αὐτὸς δέ, ἀφοῦ ἐμβῆκεν εἰς τὸ πλοῖον, ἐπέστρεψεν εἰς τὸ μέρος, ἀπὸ τὸ ὁποῖον εἶχεν ἔλθει. 38 Παρεκάλει δὲ αὐτὸν ὁ ἄνθρωπος, ἀπὸ τὸν ὁποῖον εἶχαν βγῇ τὰ δαιμόνια, νὰ μένῃ μαζί του. Ὁ Ἰησοῦς ὅμως τὸν ἀφῆκεν ἐλεύθερον καὶ τοῦ παρήγγειλε νὰ φύγῃ λέγων· 39 Γύρισε ὀπίσω εἰς τὸ σπίτι σου καὶ διηγοῦ ὅσα ἔκαμεν εἰς σὲ ὁ Θεός, ὁ ὁποῖος σὲ ἀπήλλαξεν ἀπὸ τὰ δαιμόνια. Καὶ ἔφυγεν ἐκεῖνος καὶ διεκήρυττεν εἰς ὅλην τὴν πόλιν ὅσα τοῦ ἔκαμεν ὁ Ἰησοῦς.

Σάββατο 4 Οκτωβρίου 2025

Αναγνώσματα Κυριακής

 


Κυριακή, 05 Οκτωβρίου 2025

Αγία Χαριτίνη, Οσία Μεθοδία της Κιμώλου, Άγιος Ερμογένης ο Ιερομάρτυρας ο Θαυματουργός† ΚΥΡΙΑΚΗ ΙΖ΄ (Β΄ ΛΟΥΚΑ). Χαριτίνης μάρτυρος (†304). Μεθοδίας ὁσίας τῆς ἐν Κιμώλῳ (†1908).


🟠Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ϛ´ 16 - 18

16 τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ζ´ 1 - 1

1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.


🟠 Ευαγγέλιο 

ΚΑΤΑ ΛΟΥΚΑΝ Ϛ´ 31 - 36

31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ’ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.

🟠Ερμηνεία Ευαγγελίου 

ΚΑΤΑ ΛΟΥΚΑΝ Ϛ´ 31 - 36

31 Καὶ μὲ ὀλίγας λέξεις, ὅπως θέλετε νὰ συμπεριφέρωνται πρὸς σᾶς καὶ νὰ σᾶς κάνουν οἱ ἄνθρωποι, καὶ σεῖς νὰ κάνετε εἰς αὐτοὺς τὰ ἴδια. 32 Διότι ἐὰν ἀγαπᾶτε μόνον ἐκείνους, ποὺ σᾶς ἀγαποῦν, ποία εὔνοια ἀπὸ τὸν Θεὸν καὶ ποία ἀμοιβὴ ἀπὸ αὐτὸν σᾶς ἀνήκει; Καμμία. Διότι καὶ οἱ ἁμαρτωλοὶ ἀγαποῦν ἐκείνους, οἱ ὁποῖοι τοὺς ἀγαποῦν. 33 Καὶ ἂν κάνετε τὸ καλὸν εἰς ἐκείνους, ποὺ σᾶς εὐεργετοῦν, ποία εὔνοια καὶ χάρις καὶ ἀνταμοιβὴ σᾶς ἀνήκει ἀπὸ τὸν Θεόν; Καμμία. Διότι καὶ οἱ ἁμαρτωλοὶ τὸ ἴδιο κάνουν. 34 Καὶ ἐὰν δανείζετε ἐκείνους, ἀπὸ τοὺς ὁποίους ἐλπίζετε νὰ λάβετε ὀπίσω τὰ δανεισθέντα, ποῖα χάρις καὶ ἀνταπόδοσις ἀπὸ τὸν Θεὸν σᾶς ἀνήκει; Καμμία. Διότι καὶ οἱ ἁμαρτωλοὶ δανείζουν ἄλλους ἁμαρτωλοὺς διὰ νὰ λάβουν ὀπίσω ὁλόκληρον τὸ δανεισθὲν ποσὸν ἢ καὶ ἐν καιρῷ ἀνάγκης λάβουν καὶ αὐτοὶ ἴσα ὠφελήματα καὶ δάνεια ἀπὸ ἐκείνους, ποὺ ἐδάνεισαν. 35 Σεῖς ὅμως νὰ ἀγαπᾶτε τοὺς ἐχθρούς σας καὶ νὰ τοὺς εὐεργετῆτε καὶ νὰ τοὺς δανείζετε, χωρὶς νὰ ἐλπίζετε τίποτε ὡς ἀνταπόδοσιν ἀπὸ αὐτούς. Καὶ θὰ εἶναι πολὺς ὁ μισθός σας καὶ μεγάλη ἡ ἀνταμοιβή σας ἀπὸ τὸν Θεόν. Καὶ θὰ εἶσθε ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν κατὰ χάριν τέκνα τοῦ ὑψίστου Θεοῦ, πρὸς τὸν ὁποῖον θὰ ὁμοιάζετε ἡθικῶς. Διότι καὶ αὐτὸς εἶναι εὐεργετικὸς καὶ ὠφέλιμος εἰς τοὺς ἀνθρώπους, οἱ ὁποῖοι δεικνύουν ἀχαριστίαν εἰς τὰς τόσας εὐεργεσίας του καὶ οἱ ὁποῖοι δὲν ἔχουν καλὴν διάθεσιν καὶ προαίρεσιν ἀλλ’ εἶναι πονηροί. 36 Γίνεσθε λοιπὸν σπλαγχνικοὶ πρὸς τὸν πλησίον καὶ συμπονετικοὶ εἰς τὰς δυστυχίας του καὶ τὰς ἀνάγκας του, καθὼς καὶ ὁ οὐράνιος Πατήρ σας εἶναι εὐσπλαγχνικὸς πρὸς ὅλους.

Σάββατο 13 Σεπτεμβρίου 2025

Αναγνώσματα Κυριακής

 


Κυριακή, 14 Σεπτεμβρίου 2025

Ύψωση του Τιμίου και Ζωοποιού Σταυρού† Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ΄ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

🔵Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Α´ 18 - 24

18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. 19 γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. 20 ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; 21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22 ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, 23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν·


🔵Ευαγγέλιο 

30 ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 6 - 11

6 καὶ λέγει αὐτοῖς· Ἴδε ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες· Σταύρωσον σταύρωσον αὐτὸν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. 7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν. 8 Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, 9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; 11 ἀπεκρίθη Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 13 - 20
13 ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ· 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν. 15 οἱ δὲ ἐκραύγασαν· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. 17 Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὑτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ, 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ρωμαϊστί.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 25 - 28
25 Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου, 27 εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. 28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· Διψῶ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 30 - 35
30 ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς εἶπε· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα. 31 Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34 ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. 35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε.



🔵Ερμηνεία Ευαγγελίου
 ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 6 - 11
6 Καὶ λέγει πρὸς αὐτοὺς ὁ Πιλᾶτος· Ἴδε εἰς ποίαν ἀθλίαν κατάστασιν κατήντησεν ὁ ἄνθρωπος ! Ὅταν λοιπὸν τὸν εἶδαν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται τοῦ συνεδρίου, ἐφώναξαν δυνατὰ καὶ εἶπαν· Σταύρωσε, σταύρωσε αὐτόν. Λέγει εἰς αὐτοὺς ὁ Πιλᾶτος· Πάρτε τον σεῖς καὶ σταυρώσατέ τον· διότι ἐγὼ δὲν εὑρίσκω καμμίαν ἐνοχὴν εἰς αὐτὸν καὶ δὲν ἡμπορῶ νὰ τὸν σταυρώσω. 7 Ἐπειδὴ δὲ τὸ ρωμαϊκὸν κράτος συνήθιζε νὰ ἀναγνωρίζῃ τοὺς νόμους τῶν λαῶν, τοὺς ὁποίους ὑπεδούλωνεν, ὑπενθυμίζοντες τοῦτο εἰς τὸν Πιλᾶτον, ἀπεκρίθησαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι· Ἡμεῖς ἔχομεν νόμον καὶ σύμφωνα μὲ τὸν νόμον μας πρέπει νὰ ἀποθάνῃ, διότι ἔκαμε τὸν ἑαυτόν του υἱὸν τοῦ Θεοῦ καὶ ἔτσι ἐβλασφήμησε κατὰ τοῦ Θεοῦ. 8 Ὅταν λοιπὸν ὁ Πιλᾶτος, ὁ ὁποῖος ὡς εἰδωλολάτρης ποὺ ἦτο, παρεδέχετο πολλοὺς θεοὺς καὶ ἡμιθέους, ἤκουσεν αὐτὸν τὸν λόγον, ὅτι δηλαδὴ ὁ Ἰησοῦς ἐθεώρει τὸν ἑαυτόν του υἱὸν τοῦ Θεοῦ, ἐτρόμαξε περισσότερον, φοβηθεῖς μήπως πράγματι ὁ Ἰησοῦς ἦτο υἱὸς κάποιου θεοῦ καὶ διὰ τῆς δυνάμεώς του ἐξολοθρεύσῃ αὐτόν. 9 Καὶ ἐμβῆκε πάλιν εἰς τὸ πραιτώριον καὶ εἶπεν εἰς τὸν Ἰησοῦν· Ἀπὸ ποὺ εἶσαι σύ; Κατάγεσαι ἀπὸ τὴν γῆν ἢ ἦλθες ἀπὸ τὸν οὐρανόν; Ὁ Ἰησοῦς ὅμως δὲν τοῦ ἔδωκεν ἀπάντησιν. 10 Κατόπιν λοιπὸν τῆς σιωπῆς αὐτῆς εἶπεν εἰς αὐτὸν ὁ Πιλᾶτος· Εἰς ἐμὲ δὲν ὁμιλεῖς; Δὲν ἡξεύρεις, ὅτι ἔχω ἐξουσίαν νὰ σὲ σταυρώσω καὶ ἔχω ἐξουσίαν νὰ σὲ ἀφήσω ἐλεύθερον; 11 Ἀπεκρίθη ὁ Ἰησοῦς· Δὲν θὰ εἶχες καμμίαν ἐξουσίαν ἐναντίον μου, ἐὰν δὲν σοῦ εἶχε δοθῆ ἡ ἐξουσία αὐτὴ ἀπ’ ἐπάνω, δηλαδὴ ἀπὸ τὸν Θεόν. Ἡ ἀνοχὴ τοῦ Θεοῦ σὲ κρατεῖ ἄρχοντα ἐπὶ τῆς δικαστικῆς ἕδρας, καὶ ἐπεφύλαξεν εἰς σὲ νὰ μὲ δικάσῃς. Ἐπειδὴ δὲ ἡ ἐξουσία αὐτὴ ἔχει δοθῆ εἰς σὲ ἀπὸ τὸν Θεόν, καὶ δὲν δύνασαι νὰ ἀποφύγῃς τὸ νὰ μὲ δικάσῃς, δι’ αὐτὸ ὁ Καϊάφας καὶ τὸ συνέδριον τῶν Ἰουδαίων, οἱ ὁποῖοι μὲ παρέδωκαν ἐκ φθόνου καὶ μίσους εἰς σὲ καὶ σὲ πιέζουν νὰ μὲ καταδικάσῃς, ἔχουν μεγαλυτέραν ἁμαρτίαν ἀπὸ σέ, ὁ ὁποῖος ἐκ φόβου πρὸς αὐτοὺς καταχρᾶσαι τώρα τὴν ἐξουσίαν σου.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 13 - 20
13 Ὁ Πιλᾶτος λοιπὸν ὅταν ἤκουσε τοὺς τελευταίους τούτους λόγους, μὲ τοὺς ὁποίους οἱ Ἰουδαῖοι ἀνεγνώριζαν καθαρά, ὅτι βασιλέα των εἶχον τὸν Καίσαρα, ὠδήγησε τὸν Ἰησοῦν ἔξω ἀπὸ τὸ πραιτώριον καὶ αὐτὸς ἐκάθισε ἐπὶ τῆς δικαστικῆς του ἕδρας, ποὺ εἶχε τοποθετηθῇ πρόχειρα εἰς τὸν τόπον, ὁ ὁποῖος ἦτο στρωμένος μὲ πέτρας καὶ μωσαϊκὰ καὶ δι’ αὐτὸ ἐλέγετο εἰς μὲν τὴν ἑλληνικὴν γλῶσσαν Λιθόστρωτον, εἰς τὴν ἑβραϊκὴν ὅμως ἐλέγετο λόγῳ τοῦ σχήματός του Γαββαθᾶ, ἤτοι ὕψωμα. 14 Ἦτο δὲ ἡ ἡμέρα τῆς παραμονῆς καὶ προετοιμασίας τοῦ Πάσχα, καὶ ἡ ὥρα ἦτο περίπου ἓξ ἀπὸ τῆς ἀνατολῆς τοῦ ἡλίου, δηλαδὴ μεσημβρία. Καὶ λέγει ὁ Πιλᾶτος πρὸς τοὺς Ἰουδαίους· Ἰδοὺ εἰς ποίαν ἀθλιότητα καὶ καταφρόνησιν κατήντησεν ὁ βασιλεύς σας. 15 Αὐτοὶ ὅμως ἀντὶ νὰ κινηθοῦν εἰς συμπάθειαν καὶ οἶκτον, ἐφώναζαν δυνατά· Πάρε τον, πάρε τον, νὰ μὴ τὸν βλέπωμεν· σταύρωσέ τον. Λέγει εἰς αὐτοὺς ὁ Πιλᾶτος· Τὸν βασιλέα σας νὰ σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Δὲν ἔχομεν βασιλέα ἄλλον παρὰ μόνον τὸν Καίσαρα. 16 Ὅταν λοιπὸν οἱ Ἰουδαῖοι ἠρνήθησαν ὄχι μόνον τὸν Μεσσίαν, ἀλλὰ καὶ τὴν θεμελιώδη ἀρχὴν τῆς θεοκρατίας των, κατὰ τὴν ὁποίαν βασιλεύς των ἦτο μόνον ὁ Θεός, τότε ὁ Πιλᾶτος παρέδωκε τὸν Ἰησοῦν εἰς αὐτοὺς διὰ νὰ σταυρωθῇ. 17 Παρέλαβον δὲ οἱ στρατιῶται τὸν Ἰησοῦν, καὶ τὸν ὠδήγησαν νὰ τὸν σταυρώσουν. Καὶ αὐτὸς βαστάζων ἐπὶ τοῦ ὤμου τὸν σταυρόν του ἐβγῆκεν ἔξω ἀπὸ τὰ τείχη τῆς πόλεως εἰς κάποιον τοποθεσίαν, ποὺ λέγεται Κρανίου τόπος καὶ εἰς τὴν ἑβραϊκὴν γλῶσσαν λέγεται Γολγοθᾶ. 18 Ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ μαζί του ἐσταύρωσαν ἄλλους δύο, ἀπὸ τὸ ἓν μέρος τὸν ἕνα καὶ ἀπὸ τὸ ἄλλο μέρος τὸν ἄλλον, διὰ νὰ ἀτιμάσουν δὲ περισσότερον τὸν Ἰησοῦν ἔδωκαν εἰς αὐτὸν τὴν πρωτεύουσαν εἰς τὸ μέσον τῶν δύο κακούργων θέσιν. 19 Ἔγραψε δὲ καὶ ἐπιγραφὴν ὁ Πιλᾶτος καὶ ἔθεσεν αὐτὴν εἰς τὸ ἐπάνω μέρος τοῦ σταυροῦ. Ἦτο δὲ γραμμένον εἰς τὴν ἐπιγραφήν· Ἰησοῦς ὁ Ναζωραῖος, ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 Αὐτὴν λοιπὸν τὴν ἐπιγραφήν, ποὺ διεκήρυττεν, ὅτι ὁ Ἰησοῦς ἦτο βασιλεὺς τοῦ νέου Ἰσραὴλ τῆς χάριτος, τὴν ἀνέγνωσαν πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, διότι ὁ τόπος, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς, ἦτο πλησίον τῆς πόλεως. Καὶ τὸ περιεχόμενον τῆς ἐπιγραφῆς ἦτο γραμμένον εἰς τρεῖς γλώσσας, εἰς τὴν Ἑβραϊκήν, ποὺ ἦτο ἐθνικὴ γλῶσσα τῶν Ἑβραίων, εἰς τὴν Ἑλληνικήν, ποὺ ἦτο γλῶσσα διεθνής, καὶ εἰς τὴν Ρωμαϊκήν, ποὺ ἦτο ἡ ἐπίσημος γλῶσσα τοῦ Κράτους. Ἔτσι ἐδόθη εἰς τὸ περιεχόμενον τῆς ἐπιγραφῆς ὅσον τὸ δυνατὸν μεγαλυτέρα δημοσιότης.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 25 - 28
25 Καὶ οἱ μὲν στρατιῶται ἔκαμαν αὐτά. Ἔστεκαν δὲ κοντὰ εἰς τὸν σταυρὸν τοῦ Ἰησοῦ ἡ μητέρα του καὶ ἡ ἀδελφὴ τῆς μητέρας του, ἡ Μαρία ἡ γυναῖκα τοῦ Κλωπᾶ καὶ ἡ Μαρία ἡ Μαγδαληνή. 26 Ὁ Ἰησοῦς λοιπόν, ὅταν εἶδε τὴν μητέρα του καὶ τὸν μαθητήν, τὸν ὁποῖον ἠγάπα, νὰ στέκεται ἐκεῖ πλησίον, λέγει εἰς τὴν μητέρα του· Γύναι, ἰδοὺ ποῖος ἀπὸ τώρα θὰ εἶναι ὁ υἱός σου. 27 Ἔπειτα λέγει εἰς τὸν μαθητήν· Ἰδοὺ ἡ μητέρα σου. Καὶ ἀπὸ τὴν ὥραν ἐκείνην τὴν ἐπῆρεν ὁ μαθητὴς εἰς τὸ κατάλυμά του. 28 Ὕστερα ἀπ’ αὐτό, ἀφοῦ ἐβεβαιώθη ὁ Ἰησοῦς, ὅτι ὅλα, ὅσα ἐπρόκειτο σύμφωνα μὲ τὰς προφητείας νὰ πάθῃ, εἶχαν πλέον συντελεσθῇ καὶ τελείως πληρωθῇ, διὰ νὰ ἐπαληθεύσῃ καθ’ ὅλα καὶ μέχρι τῆς τελευταίας λεπτομερείας ἡ Γραφή, εἶπε· Διψῶ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 30 - 35
30 Ὅταν λοιπὸν ἐπῆρε τὸ ξίδι ὁ Ἰησοῦς εἶπεν· Ἔχουν πλέον τελειώσει ὅλα. Καὶ αἱ προφητεῖαι ὅλαι ἐπληρώθησαν, καὶ τὸ ἔργον μου ἔλαβεν αἴσιον πέρας καὶ τὰ ὅσα ἔπρεπε νὰ πάθω ἐτελείωσαν καὶ ἡ σωτηρία τῶν ἀνθρώπων ἐξησφαλίσθῃ πλήρως. Καὶ ἀφοῦ μόνος του ἀφῆκε τὴν κεφαλήν του νὰ γείρῃ πρὸς τὰ κάτω, παρέδωκεν ἐξουσιαστικῶς καὶ ὅταν αὐτὸς ἡθέλησε τὴν ψυχήν του εἰς τὸν Πατέρα του. 31 Ἐν τῷ μεταξὺ οἱ Ἰουδαῖοι ἐλάμβανον τὰ μέτρα των, διὰ νὰ μὴ μείνουν ἐπάνω εἰς τὸν σταυρὸν νεκρὰ τὰ σώματα τῶν καταδίκων καὶ κατὰ τὴν διάρκειαν τοῦ Σαββάτου. Ἐπειδὴ ἡ ἡμέρα, κατὰ τὴν ὁποίαν ἔγινεν ἡ σταύρωσις, ἦτο ἡμέρα προπαρασκευῆς καὶ προετοιμασίας ἐκτάκτου καὶ ἐξαιρετικῆς· διότι ἡ ἡμέρα τοῦ Σαββάτου ἐκείνου, ποὺ θὰ ἤρχιζεν ἀπὸ τὴν δύσιν τοῦ ἡλίου, ἦτο μεγάλη καὶ ἐπίσημος, ἐπειδὴ ἐκτὸς τοῦ ὅτι ἦτο Σάββατον, συνέπιπτεν ἀκόμη καὶ ἡ πρώτη ἡμέρα τῆς μεγάλης ἑορτῆς τοῦ Πάσχα. Ἀπηγορεύετο δὲ ρητῶς εἰς τὸ Δευτερονόμιον νὰ διανυκτερεύσουν ἄταφα τὰ σώματα ἐπὶ τοῦ σταυροῦ. Παρεκάλεσαν λοιπὸν τὸν Πιλᾶτον νὰ διατάξῃ, ὅπως συντριβοῦν τὰ σκέλη τῶν καταδίκων, διὰ νὰ συντομευθῇ ἔτσι ὁ θάνατός των καὶ τοὺς σηκώσουν τὸ ταχύτερον ἀπὸ ἐκεῖ. 32 Ἦλθαν λοιπὸν οἱ στρατιῶται, διὰ νὰ συντρίψουν τὰ ὀστᾶ τῶν καταδίκων, καὶ τοῦ μὲν λῃστοῦ, τὸν ὁποῖον ἐπλησίασαν πρῶτον, ἔσπασαν τὰ σκέλη, καθὼς καὶ τοῦ ἄλλου λῃστοῦ, ποὺ ἐσταυρώθη μαζὶ μὲ τὸν Ἰησοῦν. 33 Ὅταν ὅμως ἦλθαν εἰς τὸν Ἰησοῦν, σὰν τὸν εἶδαν ὅτι ἦτο πλέον πεθαμένος, δὲν τοῦ ἔσπασαν τὰ σκέλη. 34 Ἀλλ’ ἕνας ἀπὸ τοὺς στρατιώτας, διὰ νὰ διαπιστώσῃ βεβαιότερον τὸν θάνατόν του, τοῦ ἐκτύπησε τὴν πλευρὰν μὲ λόγχην καὶ ἀμέσως ἐβγῆκεν ἀπὸ τὸ τρυπηθὲν μέρος αἷμα καὶ ὕδωρ, φαινόμενον πρωτοφανὲς καὶ παράδοξον, διότι εἰς κάθε πεθαμένον τὸ αἷμα πήγνυται, ὅσον δὲ καὶ ἂν τὸν τρυπήσῃ κανείς, δὲν βγαίνει ποτὲ καθαρὸν αἷμα καὶ διαυγὲς ὕδωρ. 35 Τὸ γεγονὸς ὅμως αὐτὸ εἶναι ἀληθὲς καὶ βεβαία ἡ ὑπ’ αὐτοῦ σημαινομένη κάθαρσις τοῦ βαπτίσματος καὶ ὁ ἁγιασμὸς ἐκ τοῦ αἵματος τοῦ Κυρίου, καὶ ἐκεῖνος, ποὺ τὸ εἶδε μὲ τὰ μάτια του, ἔδωκε μαρτυρίαν περὶ αὐτοῦ, καὶ ἡ μαρτυρία του εἶναι ἀληθινὴ καὶ δὲν ἔχει καμμίαν περὶ τούτου ἀμφιβολίαν ἐκεῖνος, ἀλλὰ ἡξεύρει καλά, ὅτι λέγει ἀλήθειαν. Καὶ ἔδωκε μαρτυρίαν τόσον περὶ τοῦ γεγονότος αὐτοῦ, ὅσον καὶ περὶ τοῦ ὅτι δὲν ἔσπασαν τὰ σκέλη τοῦ Ἰησοῦ, ἀλλὰ μόνον τὴν πλευράν του ἐτρύπησαν, διὰ νὰ πιστεύσετε καὶ σεῖς, ὅτι ὁ ἐπὶ τοῦ σταυροῦ Ἰησοῦς εἶναι ὁ Χριστός, τὸν ὁποῖον προεκήρυξαν οἱ προφῆται.

Κυριακή 24 Αυγούστου 2025

Αναγνώσματα Κυριακής

 


Κυριακή, 24 Αυγούστου 2025

Άγιος Ευτυχής Ιερομάρτυρας μαθητής του Αγίου Ιωάννη Θεολόγου, Άγιος Κοσμάς ο Αιτωλός, Ανακομιδή Ιερών Λειψάνων του Αγίου Διονυσίου του Ζακυνθινού† ΚΥΡΙΑΚΗ ΙΑ΄ ΜΑΤΘΑΙΟΥ. Εὐτυχοῦς ἱερομάρτυρος (β΄ αἰ.). Κοσμᾶ τοῦ νέου ἱερομάρτυρος τοῦ Αἰτωλοῦ (†1779)· μετάθεσις τοῦ λειψάνου τοῦ ἁγ. Διονυσίου Αἰγίνης (1717).


🔹Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Θ´ 2 - 12

2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. 3 ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί. 4 Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; 5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; 6 ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; 7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; 8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; 9 ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; 10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ’ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ’ ἐλπίδι. 11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.


🔹Ευαγγέλιο

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΗ´ 23 - 35

23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα σοι ἀποδώσω. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ’ ἐμοί, καὶ ἀποδώσω σοι· 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31 ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγὼ σὲ ἠλέησα; 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. 35 Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.


🔹Ερμηνεία Ευαγγελίου

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΗ´ 23 - 35

23 Διότι δὲ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν τὸ καθῆκον τοῦ νὰ συγχωρῶμεν τοὺς πταίστας μας εἶναι ἀπεριόριστον, δι’ αὐτὸ ὠμοίασεν ἡ βασιλεία τῶν οὐρανῶν πρὸς ἐπίγειον βασιλέα, ποὺ ἠθέλησε νὰ λογαριασθῇ μὲ τοὺς δούλους καὶ αὐλικούς του, εἰς τοὺς ὁποίους εἶχεν ἀναθέσει τὴν διαχείρισιν τῶν φόρων καὶ εἰσπράξεών του. 24 Ὅταν δὲ αὐτὸς ἄρχισε νὰ λογαριάζεται, τοῦ ἔφεραν ἕνα χρεώστην, ποὺ ὤφειλε δέκα χιλιάδες τάλαντα, δηλαδὴ περίπου ἑξήκοντα ἑκατομμύρια χρυσᾶς δραχμάς. 25 Ἐπειδὴ δὲ αὐτὸς δὲν εἶχε νὰ πληρώσῃ, διέταξεν ὁ κύριος νὰ πωληθῇ αὐτὸς καὶ ἡ γυναῖκα του καὶ τὰ παιδιά του καὶ ὅλα ὅσα εἶχε καὶ νὰ πληρωθῇ τὸ χρέος. 26 Ἔπεσε λοιπὸν κατὰ γῆς ὁ δοῦλος καὶ τὸν ἐπροσκύνει λέγων· Κύριε, κάμε ὑπομονὴν δι’ ἐμέ, καὶ ὅλα ὅσα χρεωστῶ, θὰ σοῦ τὰ πληρώσω. 27 Ἐλυπήθη δὲ καὶ ᾐσθάνθη συμπάθειαν ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ τὸν ἀφῆκεν ἐλεύθερον, τοῦ ἐχάρισε δὲ καὶ τὸ δάνειον. 28 Ὅταν ὅμως ἐβγῆκεν ἔξω ὁ δοῦλος ἐκεῖνος, ηὗρεν ἕνα ἀπὸ τοὺς συνδούλους του, ποὺ τοῦ ἐχρεώστει ἑκατὸν δηνάρια, δηλαδὴ περίπου ἐνενήντα χρυσὸς δραχμάς.Καὶ ἀφοῦ τὸν ἐσταμάτησε, τὸν ἐστενοχώρει σκληρὰ λέγων· Ἐξόφλησέ μου ὅ,τι μοῦ χρεωστεῖς. 29 Ἔπεσε λοιπὸν εἰς τὰ πόδια του ὁ σύνδουλός του καὶ τὸν παρεκάλει λέγων· Περίμενέ με καὶ δεῖξε ὑπομονὴν μαζί μου καὶ θὰ σὲ πληρώσω. 30 Αὐτὸς ὅμως δὲν ἤθελεν, ἀλλ’ ἐπῆγεν εἰς τὸ δικαστήριον καὶ τὸν ἔρριψεν εἰς φυλακήν, Ἕως ὅτου πληρώσῃ ὅ,τι ἐχρεωστοῦσεν. 31 Ὅταν δὲ εἶδαν οἱ ἄλλοι σύνδουλοί του αὐτὰ ποὺ ἔγιναν, ἐλυπήθησαν πολὺ καὶ ἀφοῦ ἦλθαν διηγήθησαν εἰς τὸν κύριον τους ὅλα ὅσα συνέβησαν. 32 Τότε τὸν προσεκάλεσεν ὁ κύριός του καὶ εἶπε πρὸς αὐτόν· Δοῦλε πονηρέ, ὅλον τὸ χρέος ἐκεῖνο, τὸ τόσον μεγάλο, σοῦ τὸ ἐχάρισα, ἐπειδὴ μὲ παρεκάλεσες. 33 Δὲν ἔπρεπε καὶ σὺ νὰ λυπηθῇς καὶ νὰ κάμῃς ἔλεος εἰς τὸν σύνδουλόν σου, ὅπως καὶ ἑγώ, ποὺ δὲν εἶμαι σύνδουλός σου ἀλλὰ κύριός σου, σὲ ἐλυπήθηκα καὶ ἔδειξα ἔλεος εἰς σέ; 34 Καὶ ἐθύμωσεν ὁ κύριός του καὶ τὸν παρέδωκεν εἰς αὐτούς, ποὺ βασανίζουν τοὺς φυλακισμένους, διὰ νὰ τὸν τιμωροῦν, μέχρις ὅτου ἐξοφλήσῃ πᾶν ὅ,τι ἐχρεωστοῦσεν. 35 Ἔτσι καὶ ὁ ἐπουράνιος πατήρ μου, πρὸς τὸν ὁποῖον λόγῳ τῶν ἀναριθμήτων σας ἁμαρτιῶν εἶσθε χρεῶσται ἀναριθμήτου χρέους, θὰ κάμῃ εἰς σᾶς, ἐὰν δὲν συγχωρήσετε καθένας σας τὸν ἀδελφόν του ὄχι μὲ τὸ στόμα σας μόνον, ἀλλ’ ἀπὸ τὴν καρδιά σας.

Σάββατο 16 Αυγούστου 2025

Αναγνώσματα Κυριακής


Κυριακή, 17 Αυγούστου 2025

Άγιος Μύρων, Άγιοι Στράτων, Φίλιππος, Ευτυχιανός και Κυπριανός, Άγιος Δημήτριος ο Μοναχός από τη Σαμαρίνα της Πίνδου† ΚΥΡΙΑΚΗ μετὰ τὴν ἑορτήν. Μύρωνος μάρτυρος. Παύλου καὶ τῆς ἀδελφῆς αὐτοῦ Ἰουλιανῆς (†257), Δημητρίου ὁσιομάρτυρος τοῦ ἐκ Σαμαρίνης (†1808), Παναγίας τῆς Γουμενίσσης.


🔹Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Δ´ 9 - 16

9 δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ· 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.


🔹Ευαγγέλιο

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΖ´ 14 - 23

14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.


🔹Ερμηνεία Ευαγγελίου

14 Καὶ ὅταν ἦλθαν εἰς τὸ πλῆθος τοῦ λαοῦ, τὸν ἐπλησἰασε κάποιος ἄνθρωπος, ποὺ ἐγονάτισεν ἐμπρός του, καὶ ἔλεγε· 15 Κύριε, δεῖξε ἔλεος καὶ εὐσπλαγχνίαν εἰς τὸ παιδί μου, διότι σεληνιάζεται καὶ ὑποφέρει ἄσχημα, ἀλλὰ καὶ κινδυνεύει τὸν ἔσχατον κίνδυνον· διότι πολλὲς φορὲς καὶ εἰς τὴν φωτιὰ πίπτει καὶ πολλὲς φορὲς εἰς τὸ νερὸ καὶ κινδυνεύει ἔτσι νὰ καῇ ἢ νὰ πνιγῇ. 16 Καὶ τὸν ἔφερα εἰς τοὺς μαθητάς σου καὶ δὲν ἠμπόρεσαν νὰ τὸν θεραπεύσουν. 17 Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ εἶπεν· Ὦ γενεά, ποὺ τόσα θαύματα εἶδες καὶ εἶσαι ἀκόμη ἄπιστος, καὶ ἀπὸ τὴν κακίαν σου εἶσαι διεστραμμένη, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχωμαι; Φέρτε τόν μου ἐδῶ. 18 Καὶ ἐπέπληξεν αὐτὸν ὁ Ἰησοῦς καὶ ἐβγῆκεν ἀπ’ αὐτὸν τὸ δαιμόνιον καὶ ἐθεραπεύθη τὸ παιδίον ἀπὸ τὴν ὥραν ἐκείνην. 19 Τότε ἀφοῦ οἰ μαθηταὶ ἐπλησίασαν ἰδιαιτέρως τὸν Ἰησοῦν, εἶπον· Διατὶ ἠμεῖς δὲν ἠμπορέσαμεν νὰ βγάλωμεν τὸ δαιμόνιον αὐτό; 20 Ὁ δὲ Κύριος τοὺς εἶπε· Ἐπειδὴ σᾶς λείπει πίστις.Διότι ἀληθῶς σᾶς λέγω, ἐὰν ἔχετε πίστιν θερμὴν καὶ σφοδρὰν σὰν τὸν μικρὸν σπόρον τοῦ σιναπιοῦ, θὰ εἴπητε εἰς τὸ βουνὸν αὐτό, πήγαινε ἀπ’ ἐδῶ ἐκεῖ, καὶ θὰ μετακινηθῇ.Καὶ τίποτε δὲν θὰ εἶναι ἀδύνατον εἰς σᾶς. 21 Αὐτὸ δὲ τὸ εἶδος τῶν δαιμόνων δὲν βγαίνει ἀπὸ τὸν ἄνθρωπον, ποὺ ἔχει καταληφθῇ ἀπὸ αὐτό, παρὰ μὲ προσευχὴν συνοδευομένην καὶ μὲ νηστείαν, ὥστε ἡ προσευχὴ νὰ γίνεται μὲ διάνοιαν, ὅσον τὸ δυνατὸν ἐλαφροτέραν καὶ περισσότερον προσηλωμένην εἰς τὸν Θεόν. 22 Καὶ ἐνῷ ἐγύριζαν αὐτοὶ εἰς τὴν Γαλιλαίαν, τοὺς εἶπεν ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου νὰ παραδοθῇ ἐντὸς ὀλίγου εἰς χεῖρας ἀνθρώπων 23 καὶ θὰ τὸν θανατώσουν, καὶ τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του θὰ ἀνασηθῇ.Καὶ ἐλυπήθησαν οἰ μαθηταὶ ὑπερβολικά.

Σάββατο 28 Ιουνίου 2025

Αναγνώσματα Κυριακής

 


Κυριακή, 29 Ιουνίου 2025

Άγιοι Πέτρος και Παύλος Πρωτοκορυφαίοι Απόστολοι† ΚΥΡΙΑΚΗ Γ΄. † Πέτρου (†64) καὶ Παύλου (†67) τῶν πανευφήμων καὶ πρωτοκορυφαίων ἀποστόλων.

🔹ΑΠΟΣΤΟΛΟΣ 

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' ΙΑ´ 21 - 33

21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. 22 Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; κἀγώ· 23 διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, 25 τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 27 ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· 28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς μου ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. 29 Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; 30 εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31 Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' ΙΒ´ 1 - 9. 1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 2 Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. 7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ· 9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.Ε

🔹ΕΥΑΓΓΈΛΙΟ

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙϚ´ 13 - 19


13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 οἱ δὲ εἶπον· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. 15 λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. 19 καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

🔹ΕΡΜΗΝΕΊΑ ΕΤΑΓΓΕΛΙΟΥ

13 Οταν δε ήλθεν ο Ιησούς εις τα μέρη της Καισαρείας, την οποίαν είχε επεκτείνει και εξωραΐσει ο Ηρώδης ο Φιλιππος, ερώτησε τους μαθητάς του λέγων· “τι λένε οι άνθρωποι, ότι είμαι εγώ, ο υιός του ανθρώπου;” 14 Εκείνοι δε είπαν· “άλλοι μεν λένε ότι είσαι ο Ιωάννης ο Βαπτιστής, άλλοι δε ο Ηλίας, και άλλοι ότι είσαι ο Ιερεμίας η ένας από τους προφήτας”. 15 Λεγει εις αυτούς· “σεις όμως οι μαθηταί μου ποίος λέτε, ότι είμαι;” 16 Απεκρίθη δε ο Σιμων ο Πετρος και είπε· “Συ είσαι ο Χριστός, ο υιός του Θεού του αιωνίου, που έχει ζωήν και δίδει ζωήν”. 17 Και ο Ιησούς απήντησε και του είπε· “μακάριος είσαι, Σιμων υιέ του Ιωνά, διότι την ομολογίαν, που έκαμες, δεν σου την εφανέρωσε αίμα και σαρξ, δηλαδή κάποιος άνθρωπος, αλλά ο Πατήρ μου ο επουράνιος. 18 Και εγώ δε σου λέγω τούτο· ότι συ είσαι Πετρος και επάνω εις αυτήν την πέτραν της ομολογίας σου θα οικοδομήσω ασάλευτον την Εκκλησίαν μου, και πύλαι Αδου (δηλαδή όλαι αι κακαί δυνάμστου πονηρού διαβόλου και των διεστραμμένων ανθρώπων), δεν θα υπερισχύσουν και δεν θα κατορθώσουν τίποτε εναντίον της. 19 Και θα σου δώσω τα κλειδιά της βασιλείας των ουρανών, θα σου δώσω δηλαδή την εξουσίαν, ώστε όποιο αμάρτημα δεν θα συγχωρήσης συ εις την γην, θα είναι ασυγχώρητον και στους ουρανούς· και αμάρτημα το οποίον συ θα συγχωρήσης επάνω εις την γην, θα είναι συγχωρημένον στους ουρανούς”.

Κυριακή 22 Ιουνίου 2025

Αναγνώσματα Κυριακής

 🔹🔹🔹🔹Αναγνώσματα Κυριακής🔹🔹🔹🔹

Κυριακή, 22 Ιουνίου 2025

Σύναξη των Αγιορειτών Πατέρων, Άγιος Ευσέβιος, Άγιοι Ζήνων και Ζηνάς ο υπηρέτης του

† ΚΥΡΙΑΚΗ Β΄ ΜΑΤΘΑΙΟΥ. Εὐσεβίου ἱερομάρτ. ἐπισκ. Σαμοσάτων (†380). Ζήνωνος καὶ Ζηνᾶ (κυρίου καὶ δούλου) μαρτύρων (†304). Τῇ αὐτῇ Κυριακῇ μνήμη πάντων τῶν ἐν Ἁγίῳ Ὄρει διαλαμψάντων πατέρων, πάντων τῶν ἐν Παλαιστίνῃ ἁγίων, σύναξις τῶν 23 ἁγίων τῆς νήσου Λέσβου καὶ ἐν Σερβίοις (Κοζάνης) σύναξις τῆς ἁγίας βασιλίσσης Ἄρτης Θεοδώρας.


🔹ΑΠΌΣΤΟΛΟΣ

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Β´ 10 - 16

10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 11 οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. 12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.


🔹ΕΥΑΓΓΈΛΙΟ

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 18 - 23

18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. 19 καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.


🔹ΕΡΜΗΝΕΊΑ ΕΥΑΓΓΕΛΊΟΥ

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 18 - 23

18 Ἐνῷ δὲ ἐπεριπάτει πλησίον τῆς θαλάσσης τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, ποὺ μὲ τὸ ὄνομα, τὸ ὁποῖον τοῦ ἔδωκεν ὁ Κύριος, λέγεται Πέτρος, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφόν του, οἱ ὁποῖοι ἔρριπταν δίκτυον εἱς τὴν θάλασσαν, διότι ἦσαν ψαράδες. 19 Καὶ λέγει εἰς αὐτούς· Ἀκολουθήσατέ με καὶ θὰ σᾶς κάμω ἱκανοὺς νὰ ψαρεύετε ἀντὶ ψαριῶν ἀνθρώπους, τοὺς ὁποίους μὲ τὸ δίκτυον τοῦ κηρύγματος θὰ ἑλκύετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 20 Αὐτοὶ δὲ ἀμέσως ἄφησαν τὰ δίκτυα καὶ τὸν ἠκολούθησαν. 21 Καὶ ἀφοῦ ἐπροχώρησεν ἀπ’ ἐκεῖ, εἶδεν ἄλλους δύο ἀδελφούς, τὸν Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του, νὰ ἐτοιμάζουν τὰ δίκτυά τους μέσα εἰς τὸ πλοῖον μαζὶ μὲ τὸν πατέρα τους Ζεβεδαῖον.Καὶ τοὺς ἐκάλεσεν. 22 Αὐτοὶ δὲ παρευθὺς ἄφησαν τὸ πλοῖον καὶ τὸν πατέρα τους καὶ τὸν ἠκολούθησαν. 23 Καὶ περιώδευεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων εἰς τὰς συναγωγάς των, ὅπου κάθε Σάββατον ἐμαζεύοντο οἱ Ἑβραῖοι, διὰ νὰ ἀκούσουν τὴν ἀνάγνωσιν τῆς Ἁγίας Γραφῆς καὶ νὰ προσευχηθοῦν.Καὶ ἐκεῖ ἐκήρυττε τὸ χαρμόσυνον ἄγγελμα, ὅτι ἐπλησίαζεν ὁ χρόνος τῆς πνευματικῆς βασιλείας, ποὺ θὰ ἔφερεν εἰς τοὺς ἀνθρώπους τὴν ἀπολύτρωσιν καὶ χαράν· καὶ ἐθεράπευε κάθε εἶδος ἀσθένειαν καὶ ἀδιαθεσίαν μεταξὺ τοῦ λαοῦ.

Σάββατο 31 Μαΐου 2025

Αναγνώσματα Κυριακής

 


Κυριακή, 01 Ιουνίου 2025

ΚΥΡΙΑΚΗ Ζ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ 

Αγίων Τριακοσίων δέκα οκτώ (318) Πατέρων της Α' Οικουμενικής Συνόδου, Άγιος Ιουστίνος ο Απολογητής και φιλόσοφος, Άγιος Θεσπέσιος, Ανάμνηση της απαλλαγής της νήσου Λευκάδας από την αρρώστια πανώλη, το έτος 1743, Άγιος Ιουστίνος Πόποβιτς† . Πύρρου ἐπισκόπου.


🔹Ἀπόστολος

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 16 - 18

16 ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. 17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 28 - 36

28 προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. 29 ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου· 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. 31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32 καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· 34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. 36 καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.


🔹ΕΥΑΓΓΈΛΙΟ

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΖ´ 1 - 13

1 Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱὸς σου δοξάσῃ σέ, 2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. 3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελειώσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· 5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. 6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. 7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν· 8 ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9 ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. 12 ὅτε ἤμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13 νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὑτοῖς.


🔹ΕΡΜΗΝΕΊΑ ΕΥΑΓΓΕΛΙΟΥ

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΖ´ 1 - 13

1 Αυτά είπεν ο Ιησούς προς τους μαθητάς του και έπειτα εσήκωσε τα μάτια του στον ουρανόν και είπε· “Πατερ έφθασεν η ώρα, την οποίαν η αγαθότης και η σοφία σου ώρισε. Δοξασε και ως άνθρωπον τον Υιόν σου, ο οποίος βαδίζει προς την θυσίαν, δια να σε δοξάση και ο Υιός σου με τα αναρίθμητα πλήθη των ανθρώπων, τα οποία δια της λυτρωτικής του θυσίας θα πιστεύσουν εις σε και θα σωθούν. 2 Δοξασε τον, όπως άλωστε και τον εδόξασες έως τώρα, διότι του έδωκες εξουσίαν επί όλης της ανθρωπότητος, δια να δώση εις όλους αυτούς, που του έδωκες, ζωήν αιώνιον. 3 Αυτή δε είναι η αιώνιος ζωη, να γνωρίζουν οι άνθρωποι σε τον μόνον αληθινόν Θεόν, να απολαμβάνουν τας απείρους τελειότητάς σου με την στενήν επικοινωνίαν και αγάπην προς σε, να γνωρίζουν δε επίσης και τον Ιησούν Χριστόν, που έστειλες στον κόσμον. 4 Εγώ με την ζωήν και το έργον μου σε εδόξασα εις την γην. Εκαμα γνωστόν το όνομά σου στους ανθρώπους και με την σταυρικήν μου θυσίαν την οποίαν μετ' ολίγον προσφέρω, ετελείωσα το έργον, το οποίον μου έδωκες να πραγματοποιήσω. 5 Και τώρα, δόξασέ με και συ, Πατερ, πλησίον σου με την δόξαν την οποίαν είχα κοντά σου, πριν άκομα λάβη ύπαρξιν από σε ο κόσμος. 6 Εφανέρωσα το όνομά σου στους ανθρώπους, τους οποίους συ επήρες από τον κόσμον και μου τους έδωκες ως μαθητάς μου. Ησαν ιδικοί σου, σύμφωνα με την αγαθήν διάθεσιν που είχαν, και συ τους έδωκες εις εμέ, και αυτοί εφύλαξαν την εντολήν σου. 7 Τωρα έμαθαν καλύτερα ότι όλα όσα μου έχεις δώσει προέρχονται από σε. 8 Την γνώσιν των και πεποίθησιν αυτήν μαρτυρεί και το γεγονός ότι τους λόγους, που μου έδωκες, τους έδωσα εις αυτούς και αυτοί τους εδέχθησαν και εσχημάτισαν την βεβαίαν γνώσιν και πεποίθησιν, ότι πράγματι εγώ εγεννήθηκα και εβγήκα στον κόσμον από σε και επίστευσαν ότι συ με έστειλες. 9 Εγώ ειδικώς δι' αυτούς σε παρακαλώ τώρα ως μέγας αρχιερεύς και μεσίτης· δεν σε παρακαλώ δια τον κόσμον τον αμαρτωλόν και άπιστον, αλλά δι' αυτούς που μου έδωκες, διότι εξακολουθούν να είναι και θα είναι ιδικοί σου. 10 Αλλωστε όλα τα ιδικά μου είναι ιδικά σου και τα ιδικά σου είναι ιδικά μου. Και αυτοί οι μαθηταί μου ήσαν ιδικοί σου και έγιναν ιδικοί μου και εξακολουθούν να είναι ιδικοί σου. Και εγώ έχω δοξασθή εν μέσω αυτών, οι οποίοι με εγνώρισαν ως Υιόν σου και Θεόν. 11 Και δεν είμαι πλέον στον κόσμον αυτόν αισθητώς μεταξύ των με το σώμα μου, και αυτοί είναι στον κόσμον, δια να εκπληρώσουν την υψηλήν αποστολήν των. Και εγώ έρχομαι προς σε. Πατερ άγιε, φύλαξέ τους με την θείαν σου δύναμιν και αγάπην, αυτούς τους οποίους συ μου έδωκες, ώστε να είναι ενωμένοι μεταξύ των εις ένα πνευματικόν σώμα, όπως είμεθα ημείς. 12 Οταν ήμουν μαζή των στον κόσμον, εγώ τους επροφύλασσα με την ιδικήν σου ακαταγώνιστον δύναμιν και προστασίαν. Εφύλαξα αυτούς που μου έδωκες και κανένας από αυτούς δεν εχάθηκε, παρά μόνον ο υιός της απωλείας, ο προδότης, δια να εκπληρωθούν έτσι και αι προφητείαι της Γραφής. 13 Τωρα όμως έρχομαι προς σε και ενώ ευρίσκομαι ακόμη στον κόσμον, λέγω αυτά, δια να τα ακούσουν και οι ίδιοι, ώστε να έχουν την ιδικήν μου τελείαν χαράν ολόκληρον και πλήρη έντος αυτών.