Κυριακή, 12 Ιανουαρίου 2025
Αγία Τατιανή, Άγιος Μέρτιος, Αγία Ευθασία† ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Τατιανῆς μάρτυρος (†226). Εὐθασίας, Μερτίου μαρτύρων (†305).
🔹ἈΠΌΣΤΟΛΟΣ
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Δ´ 7 - 13
7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. 8 διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. 9 τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; 10 ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 11 καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, 13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,
🔹ΕΥΑΓΓΈΛΙΟ
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 12 - 17
12 Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. 13 καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· 15 Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, 16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. 17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
🔹ΕΡΜΗΝΕΊΑ ΕΥΑΓΓΕΛΊΟΥ
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 12 - 17
12 Ὅταν δὲ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ὁ Ἰωάννης παρεδόθη ὑπὸ τοῦ βασιλέως Ἀντίπα εἰς φυλακήν, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. 13 Καὶ ἀφοῦ ἀφῆκε τὴν Ναζαρέτ, ἦλθε καὶ κατοίκησεν εἰς τὴν Καπερναούμ, ἡ ὁποία ἦτο κτισμένη πλησίον τῆς λίμνης, εἰς τὰ σύνορα τῶν φυλῶν Ζαβουλὼν καὶ Νεφθαλείμ, 14 διὰ νὰ ἐπαληθεύσῃ καὶ πραγματοποιηθῇ ἐκεῖνο, ποὺ εἶπεν ὁ Θεὸς διὰ μέσου τοῦ προφήτου Ἡσαΐου, ὁ ὁποῖος λέγει· 15 Ἡ χώρα τῆς φυλῆς Ζαβουλὼν καὶ ἡ χώρα τῆς φυλῆς Νεφθαλείμ, ποὺ ἐκτείνεται πλησίον τῆς θαλάσσης καὶ πέραν ἀπὸ τὸν Ἰορδάνην, πρὸς ἀνατολὰς αὐτοῦ, ἡ Γαλιλαία, εἰς τὴν ὁποίαν κατοικοῦν πολλοὶ ἐθνικοί, 16 ὁ λαός, ποὺ κάθηται ὡσὰν κρατημένος καὶ ἀκίνητος εἰς τὸ πνευματικὸν σκότος τῆς εἰδωλολατρικῆς πλάνης καὶ τῆς ἀσεβείας, εἶδε φῶς πνευματικὸν μέγα, τὸν Χριστόν, καὶ εἰς ἐκεῖνους, ποὺ κάθηνται εἰς τὴν χώραν, τὴν ὁποίαν σκιάζει τὸ πυκνότατον σκότος τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, ἔλαμψεν ἐξ οὐρανοῦ φῶς εἰς αὐτούς. 17 Ἀπὸ τότε ἤρχισεν ὁ Ἰησοῦς νὰ κηρύττῃ συστηματικῶς καὶ νὰ λέγῃ· Μετανοεῖτε, διότι ἐπλησίασαν αἱ ἡμέραι κατὰ τὰς ὁποίας ὁ Μεσσίας μὲ τὴν νέαν, πνευματικήν, ἁγίαν καὶ οὐράνιον ζωήν, ἡ ὁποία θὰ μεταδίδεται ἐν τῇ Ἐκκλησίᾳ του, θὰ ἐγκαθιδρύσῃ καὶ ἐπὶ τῆς γῆς τὴν βασιλείαν τῶν οὐρανῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου