Κυριακή, 06 Οκτωβρίου 2024
Άγιος Θωμάς ο Απόστολος, Αγία Ερωτηΐς, Άγιος Μακάριος ο νέος οσιομάρτυρας από την Κίο της Βιθυνίας† ΚΥΡΙΑΚΗ ΙΕ΄ (Γ΄ ΛΟΥΚΑ). † Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ΄. Ἐρωτηίδος μάρτυρος.
🔹Ἀπόστολος
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Δ´ 6 - 1
6 ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. 7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, 8 ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
🔹Ευαγγέλιο
ΚΑΤΑ ΛΟΥΚΑΝ Ζ´ 11 - 16
11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε· 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες ὅτι Προφήτης μέγας ἠγήγερται ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
🔹Ερμηνεία Ευαγγελίου
Καὶ εἰς τὸν κατόπιν χρόνον συνέβη νὰ πηγαίνη ὁ Ἰησοῦς εἰς καποίαν πόλιν, ποὺ ἐλέγετο Ναΐν. Καὶ ἐπήγαιναν μαζί του οἱ μαθηταί του, οἱ ὁποῖοι ἦσαν ἀρκετοί, καὶ πλῆθος λαοῦ πολύ. 12 Μόλις δὲ ἐπλησίασεν εἰς τὴν πύλην τῆς πόλεως, καὶ ἰδοὺ ἔβγαζαν ἔξω ἕνα πεθαμένον, ποὺ ἦτο μονάκριβος υἱὸς εἰς τὴν μητέρα του, καὶ αὐτὴ ἦτο χήρα μὴ ἔχουσα κανένα ἄλλον προστάτην. Καὶ λαὸς πολὺς ἀπὸ τὴν πόλιν ἦτο μαζὶ μὲ αὐτὴν παρακολουθῶν μὲ πολλὴν συμπάθειαν τὴν κηδείαν. 13 Καὶ ὅταν τὴν εἶδεν ὁ Ἰησοῦς, τὴν ἐλυπήθη, καὶ βέβαιος περὶ τοῦ ὅτι μετ’ ὀλίγον ὁ υἱός της θὰ ἀνεσταίνετο, τῆς εἶπε· Μὴν κλαῖς. 14 Καὶ ἀφοῦ ἐπλησίασεν, ἤγγισε τὸ φέρετρον. Ἐκεῖνοι δὲ ποὺ τὸ ἐβάσταζαν, ἐστάθησαν. Καὶ εἶπεν ὁ Ἰησοῦς· Νεανίσκε, εἰς σὲ ὁμιλῶ· σήκω. 15 Καὶ ὁ νεκρὸς ἀνεσηκώθη καὶ ἐκάθησε ζωντανὸς ἐπὶ τοῦ φερέτρου καὶ ἤρχισε νὰ ὁμιλῇ. Καὶ ὁ Ἰησοῦς τότε τὸν ἔδωκεν εἰς τὴν μητέρα του. 16 Ἐκυρίευσε δὲ φόβος ὅλους, διότι ᾐσθάνοντο τὴν παρουσίαν θείας δυνάμεως ἐν μέσῳ τῆς ἁμαρτωλότητος καὶ ἀναξιότητος αὐτῶν. Καὶ ἐδόξαζαν τὸν Θεὸν καὶ ἔλεγαν, ὅτι προφήτης μεγάλος ἀνεφάνη μεταξύ μας καὶ ὅτι ὁ Θεὸς ἐπεσκέφθη τὸν λαόν του διὰ νὰ προστατεύσῃ αὐτόν.