Κυριακή, 16 Νοεμβρίου 2025
Άγιος Ματθαίος Απόστολος και Ευαγγελιστής† ΚΥΡΙΑΚΗ ΚΓ΄. † Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β΄, ἑωθινὸν α΄.
📌Ἀπόστολος
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ι´ 11 - 21
11 λέγει γὰρ ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. 14 πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; 15 πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! 16 Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. 18 ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 19 ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ; πρῶτος Μωϋσῆς λέγει· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. 21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΑ´ 1 - 21 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. 2 οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ λέγων;,
📌 Ευαγγέλιο
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 9 - 13
9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12 ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν.
📌 Ερμηνεία Ευαγγελίου
9 Τὸ ὅτι δὲ ἐθεράπευε καὶ τὰς ψυχὰς ὁ Κύριος, τὸ ἔδειξε καὶ πάλιν ὑστέρα ἀπὸ ὀλίγον.Σὰν ἔφυγε δηλαδὴ ἀπ’ ἐκεῖ καὶ διέβαινε πλησίον τῆς λίμνης, εἶδεν ὁ Ἰησοῦς ἕνα ἄνθρωπον, ποὺ ἐκάθητο εἰς τὴν τράπεζαν τῆς εἰσπράξεως τῶν φόρων καὶ ὁ ὁποῖος τώρα ὀνομάζεται Ματθαῖος.Καὶ εἰς τὸν τελώνην αὐτὸν λέγει ὁ Ἰησοῦς· Ἀκολούθει με.Καὶ ἐκεῖνος ἐσηκώθη καὶ τὸν ἠκολούθησε. 10 Καὶ συνέβη, ὅταν αὐτὸς εἶχε γείρει εἰς τὴν τράπεζαν καὶ ἔτρωγεν εἰς τὸ σπίτι τοῦ Ματθαίου, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἦλθαν καὶ ἐκάθηντο μαζὶ μὲ τὸν Ἰησοῦν καὶ τοὺς μαθητάς του. 11 Καὶ ὅταν εἶδαν αὐτὸ οἱ Φαρισαῖοι, εἶπαν εἰς τοὺς μαθητάς του.Διατὶ ὁ Διδάσκαλός σας τρώγει μαζὶ μὲ τοὺς τελώνας καὶ τοὺς ἁμαρτωλούς; 12 Ὁ Ἰησοῦς δέ, ὅταν ἤκουσε τοὺς λόγους τούτους, εἶπε πρὸς αὐτούς· Δὲν ἔχουν ἀνάγκην ἰατροῦ οἱ ὑγιεῖς, ἀλλ’ ἐκεῖνοι, ποὺ δὲν εἶναι καλὰ εἰς τὴν ὑγείαν τους καὶ εἶναι ἄρρωστοι. 13 Πηγαίνετε δὲ νὰ μάθετε, τί σημαίνει ἐκεῖνο, ποὺ εἶπεν ὁ προφήτης Ὡσηέ· Θέλω ἔλεος καὶ συμπάθειαν καὶ ὅχι ἐξωτερικὴν θυσίαν, ποὺ δὲν ἐμψυχώνεται ἀπὸ ἐσωτερικὴν ἀγαθὴν διάθεσιν καὶ εὐσπλαγχνίαν.Ἐγὼ ἠξεύρω τι κάνω.Διότι δὲν ἦλθα ἀπὸ τὸν οὐρανὸν διὰ νὰ καλέσω ἐκείνους, ποὺ νομίζουν τοὺς ἑαυτούς των δικαίους, ἀλλ’ ἦλθα νὰ καλέσω τοὺς ἁμαρτωλούς, διὰ νὰ μετανοήσουν καὶ νὰ σωθοῦν.

















