Εμφάνιση αναρτήσεων με ετικέτα Αναγνώσματα. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Αναγνώσματα. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 13 Ιουνίου 2026

Αναγνώσματα Κυριακής


Κυριακή 14 Ιουνίου 2026

Σύναξη των Αγιορειτών Πατέρων, Προφήτης Ελισσαίος, Άγιος Μεθόδιος ο ομολογητής Πατριάρχης Κωνσταντινούπολης, Άγιος Κύριλλος Ιερομάρτυρας επίσκοπος Γορτύνης Κρήτης, Όσιος Νήφων ο Αθωνίτης† ΚΥΡΙΑΚΗ Β΄ ΜΑΤΘΑΙΟΥ. ᾿Ελισαίου τοῦ προφήτου (900 π.Χ.), Μεθοδίου Κωνσταντινουπόλεως τοῦ ὁμολογητοῦ (†847). Ἰουστίνου ὁσίου (Πόποβιτς) τοῦ ἐν Σερβίᾳ (†1979). Τῇ αὐτῇ Κυριακῇ μνήμη πάντων τῶν ἐν Ἁγίῳ Ὄρει διαλαμψάντων πατέρων, σύναξις πάντων τῶν ἐν Παλαιστίνῃ ἁγίων, πάντων τῶν ἐν Πάτμῳ ἁγίων, πάντων τῶν ἐν Λέσβῳ ἁγίων, τῶν ἐν τῇ Σκήτῃ Βεῤῥοίας ἁγίων, ἐν Σερβίοις (Κοζάνης) σύναξις τῆς ἁγίας βασιλίσσης Ἄρτης Θεοδώρας, καὶ ἐν Χίῳ σύναξις τῆς εἰκόνος τῆς Παναγίας τῆς καλουμένης Ἀρβανιτίσσης.

♦️ ἈΠΟΣΤΟΛΟΣ

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Β´ 10 - 16 10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 11 οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. 12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ


♦️ ΕΥΑΓΓΕΛΙΟ

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 18 - 23 18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. 19 καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.


♦️ ΕΡΜΗΝΕΊΑ ΕΥΑΓΓΕΛΙΟΥ 

18 Ἐνῷ δὲ ἐπεριπάτει πλησίον τῆς θαλάσσης τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, ποὺ μὲ τὸ ὄνομα, τὸ ὁποῖον τοῦ ἔδωκεν ὁ Κύριος, λέγεται Πέτρος, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφόν του, οἱ ὁποῖοι ἔρριπταν δίκτυον εἱς τὴν θάλασσαν, διότι ἦσαν ψαράδες. 19 Καὶ λέγει εἰς αὐτούς· Ἀκολουθήσατέ με καὶ θὰ σᾶς κάμω ἱκανοὺς νὰ ψαρεύετε ἀντὶ ψαριῶν ἀνθρώπους, τοὺς ὁποίους μὲ τὸ δίκτυον τοῦ κηρύγματος θὰ ἑλκύετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 20 Αὐτοὶ δὲ ἀμέσως ἄφησαν τὰ δίκτυα καὶ τὸν ἠκολούθησαν. 21 Καὶ ἀφοῦ ἐπροχώρησεν ἀπ’ ἐκεῖ, εἶδεν ἄλλους δύο ἀδελφούς, τὸν Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του, νὰ ἐτοιμάζουν τὰ δίκτυά τους μέσα εἰς τὸ πλοῖον μαζὶ μὲ τὸν πατέρα τους Ζεβεδαῖον.Καὶ τοὺς ἐκάλεσεν. 22 Αὐτοὶ δὲ παρευθὺς ἄφησαν τὸ πλοῖον καὶ τὸν πατέρα τους καὶ τὸν ἠκολούθησαν. 23 Καὶ περιώδευεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων εἰς τὰς συναγωγάς των, ὅπου κάθε Σάββατον ἐμαζεύοντο οἱ Ἑβραῖοι, διὰ νὰ ἀκούσουν τὴν ἀνάγνωσιν τῆς Ἁγίας Γραφῆς καὶ νὰ προσευχηθοῦν.Καὶ ἐκεῖ ἐκήρυττε τὸ χαρμόσυνον ἄγγελμα, ὅτι ἐπλησίαζεν ὁ χρόνος τῆς πνευματικῆς βασιλείας, ποὺ θὰ ἔφερεν εἰς τοὺς ἀνθρώπους τὴν ἀπολύτρωσιν καὶ χαράν· καὶ ἐθεράπευε κάθε εἶδος ἀσθένειαν καὶ ἀδιαθεσίαν μεταξὺ τοῦ λαοῦ.

Σάββατο 23 Μαΐου 2026

Αναγνώσματα Κυριακής 24 Μαΐου

 


† Κυριακῇ 24 Μαΐου 2026 (τῶν Ἁγίων 318 Πατέρων τῆς Α' Οἰκουμενικῆς Συνόδου)


✝️Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατά Ἰωάννην

_Κεφ. ιζ' : 1-13_Τῷ καιρῷ ἐκείνῳ, ἐπάρας ὁ ᾿Ιησοῦς, τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας ᾿Ιησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπί τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ Πάτερ, παρὰ σεαυτῷ τῇ δόξη ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. ᾿Εφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν· ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ᾿Εγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περί τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι. Καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Καὶ οὐκ έτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. Ὅτε ἤμην μετ᾿ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.


♦️Ὁ Ἀπόστολος

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα

_Κεφ. κ' : 16-18, 28-36_᾿Εν ταῖς ἡμέραις ἐκείναις, ἔκρινε ὁ Παῦλος παραπλεῦσαι τὴν ῎Εφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ ᾿Ασίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς ῾Ιεροσόλυμα ᾿Απὸ δὲ τῆς Μιλήτου πέμψας εἰς ῎Εφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ῞Αγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾿ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου ᾿Ιησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.

https://inpantanassis.blogspot.com/2019/06/9-2019-318.html

Σάββατο 4 Απριλίου 2026

Αναγνώσματα Κυριακής των Βαΐων

 


Κυριακή, 05 Απριλίου 2026

Κυριακή των Βαΐων, Άγιοι Κλαύδιος, Διόδωρος, Ουΐκτωρ, Ουϊκτωρίνος, Παππίος, Σεραπίων και Νικηφόρος, Άγιοι Θεοδώρα και Δίδυμος, Άγιος Γεώργιος από την Έφεσο, Αγία Αργυρή η Νεομάρτυς† ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ. «Ἡ εἰς Ἰερουσαλὴμ εἴσοδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Κλαυδίου, Νικηφόρου κ.λπ. μαρτύρων· Θεοδώρας ὁσίας τῆς ἐν Θεσσαλονίκῃ.

♦️Ἀπόστολος

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Δ´ 4 - 9

4 Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. 5 τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγύς. 6 μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν, 7 καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. 8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· 9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.


♦️ Ευαγγέλιο 

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΒ´ 1 - 18

1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. 2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. 3 ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· 5 Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 6 εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. 7 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. 8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 9 Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. 12 Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον· Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστι γεγραμμένον· 15 Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. 16 Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.


♦️ Ερμηνεία Ευαγγελίου 

1 Ο Ἰησοῦς, λοιπόν, χωρὶς νὰ ἐμποδισθῇ ἀπὸ τὴν ἐπιβουλὴν αὐτὴν τῶν ἐχθρῶν του, ἓξ ἡμέρας πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα, ἦλθεν εἰς τὴν Βηθανίαν, ὅπου ἦτο ὁ Λάζαρος, ὁ ὁποῖος εἶχεν ἀποθάνει καὶ τὸν ὁποῖον ὁ Κύριος ἀνέστησεν ἐκ νεκρῶν. 2 Λόγῳ δὲ τοῦ σεβασμοῦ καὶ τῆς εὐγνωμοσύνης, ποὺ ἐξ αἰτίας τοῦ θαύματος ᾐσθάνοντο οἱ συγγενεῖς τοῦ Λαζάρου πρὸς αὐτόν, τοῦ ἔκαμαν δεῖπνον ἐκεῖ καὶ ἡ Μάρθα ὑπηρέτει. Ὁ δὲ Λάζαρος ἦτο ἕνας ἀπὸ ἐκείνους, ποὺ ἐκάθηντο καὶ συνέτρωγον εἰς τὸ τραπέζι μαζί του. 3 Ἐν τῷ μεταξὺ ἡ Μαρία, ἀφοῦ ἠγόρασε περὶ τὰ ἑκατὸν δράμια μύρον κατασκευασμένον ἀπὸ ἓν εἶδος τοῦ ἀρωματικοῦ φυτοῦ τῆς βαλεριάνας, τὸ ὁποῖον καλεῖται νάρδος, μύρον γνήσιον καὶ ἀνόθευτον καὶ πάρα πολὺ ἀκριβόν, ἤλειψε μὲ αὐτὸ τοὺς πόδας τοῦ Ἰησοῦ. Καὶ ἔπειτα ἐκδηλοῦσα τὴν βαθεῖαν ταπείνωσίν της πρὸς τὸν Ἰησοῦν ἐκαθάρισε μὲ τὰς τρίχας τῆς κεφαλῆς της τοὺς πόδας του· ἡ οἰκία δὲ ἐγέμισεν ἀπὸ τὴν εὐωδίαν τοῦ μύρου. 4 Ὕστερα λοιπὸν ἀπὸ τὴν πρᾶξιν αὐτὴν τῆς Μαρίας εἶπεν ἕνας ἀπὸ τοὺς μαθητάς του, ὁ Ἰούδας ὁ υἱὸς τοῦ Σίμωνος ὁ Ἰσκαριώτης, ἐκεῖνος ποὺ ἔμελλε νὰ τὸν παραδώσῃ διὰ προδοσίας εἰς τοὺς σταυρωτάς του. 5 Τὸ μύρον αὐτὸ ἀντὶ νὰ χυθῇ καὶ σπαταληθῇ ἄσκοπα, διατὶ δὲν ἐπωλήθη ἀντὶ τριακοσίων δηναρίων, ἤτοι ἀντὶ διακοσίων πεντήκοντα περίπου χρυσῶν δραχμῶν, καὶ δὲν ἐδόθη τὸ ἀντίτιμόν του ἐλεημοσύνη εἰς τοὺς πτωχούς; 6 Εἶπε δὲ τοῦτο, ὄχι διότι ἐνδιεφέρετο διὰ τοὺς πτωχούς, ἀλλὰ διότι ἦτο κλέπτῃς καὶ εἶχεν αὐτὸς τὸ κυτίον τῶν συνεισφορῶν καὶ κατεκράτει κρυφίως ὑπὲρ τοῦ ἑαυτοῦ του τὰ ριπτόμενα εἰς αὐτὸ χρήματα. 7 Ὅταν λοιπὸν ὁ Ἰησοῦς ἤκουσε τὴν ἐπίκρισιν αὐτήν, εἶπεν· Ἄφησέ την ἥσυχον καὶ μὴ τὴν ἐλέγχῃς. Ἡ γυναῖκα αὐτὴ σὰν νὰ προησθάνετο, ὅτι πρόκειται μετ’ ὀλίγον νὰ ταφῶ, ἔχει φυλάξει τὸ μύρον αὐτὸ ὡς συμβολισμὸν καὶ προαναγγελίαν τῆς διὰ μύρου ἑτοιμασίας τοῦ σώματός μου κατὰ τὴν ἡμέραν τῆς ταφῆς μου. 8 Μὴ τὴν ἐμποδίζετε λοιπόν. Διότι τοὺς πτωχοὺς τοὺς ἔχετε πάντοτε μαζί σας, καὶ μπορεῖτε εἰς οἰανδήποτε στιγμὴν νὰ τοὺς ἐλεήσετε, ἐμὲ ὅμως δὲν μὲ ἔχετε πάντοτε, διότι μετ’ ὀλίγον θὰ ἀποθάνω. 9 Ἀπὸ τὸ δεῖπνον λοιπὸν αὐτὸ καὶ ἀπὸ ὅσα συνέβησαν κατ’ αὐτό, ἔμαθε λαὸς πολὺς ἀπὸ τοὺς Ἰουδαίους, ὅτι ὁ Ἰησοῦς εὑρίσκετο εἰς Βηθανίαν καὶ ἦλθον ἐκεῖ ὄχι μόνον διὰ τὸν Ἰησοῦν, ἀλλὰ διὰ νὰ ἴδουν καὶ τὸν Λάζαρον, τὸν ὁποῖον ἀνέστησεν ἐκ νεκρῶν. 10 Κατόπιν ὅμως αὐτοῦ ἀπεφάσισαν οἱ ἀρχιερεῖς νὰ θανατώσουν καὶ τὸν Λάζαρον, 11 διότι ἐξ αἰτίας του πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους ἐπῆγαν εἰς τὴν Βηθανίαν διὰ νὰ βεβαιωθοῦν, ἐὰν πράγματι ἀνεστήθη ἐκ νεκρῶν καὶ ὅταν διεπίστωναν τοῦτο, ἐπίστευον εἰς τὸν Ἰησοῦν. 12 Τὴν κατόπιν ἀπὸ τὸ δεῖπνον ἡμέραν λαὸς πολύς, ὁ ὁποῖος εἶχεν ἔλθει εἰς τὴν ἑορτήν, ὅταν ἤκουσαν ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα, 13 ἐπῆραν εἰς τὰ χέρια τους κλαδιὰ ἀπὸ τὶς χουρμαδιές, ποὺ ἦσαν κατὰ μῆκος τοῦ δρόμου καὶ ἐβγῆκαν ἀπὸ τὴν πόλιν διὰ νὰ τὸν ὑποδεχθοῦν καὶ ἐφώναζαν δυνατά· Δόξα καὶ τιμὴ εἰς αὐτὸν ποὺ ὑποδεχόμεθα· εὐλογημένος καὶ δοξασμένος νὰ εἶναι αὐτός, ποὺ ἔρχεται ἀπεσταλμένος ἀπὸ τὸν Κύριον ὡς ἀντιπρόσωπός του. Αὐτὸς εἶναι ὁ ἔνδοξος βασιλεὺς τοῦ Ἰσραήλ, ποὺ τόσον καιρὸν ἐπεριμέναμεν. 14 Ἐζήτησε δὲ καὶ εὗρεν ὁ Ἰησοῦς ἕνα πουλαράκι καὶ ἐκάθησεν ἐπ’ αὐτοῦ, σύμφωνα μὲ ἐκεῖνο ποὺ εἶναι γραμμένον εἰς τὸν προφήτην Ζαχαρίαν· 15 Μὴ φοβεῖσαι, Ἱερουσαλήμ, κόρη τοῦ ὄρους Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, ὄχι σὰν τύραννος καὶ κατακτητὴς ἐπὶ ἵππου ἢ ἅρματος πολεμικοῦ, ἀλλὰ καθήμενος ἐπάνω εἰς πουλάριον ὄνου. 16 Τί ἐσήμαιναν δὲ οἱ λόγοι αὐτοὶ τοῦ Ζαχαρίου, δὲν ἐνόησαν οἱ μαθηταί του εἰς τὰς ἀρχάς, κατὰ τὴν ὥραν τῆς θριαμβευτικῆς του ταύτης εἰσόδου, ἀλλ’ ὅταν ὁ Ἰησοῦς ἐδοξάσθη διὰ τῆς ἀναστάσεως καὶ ἀναλήψεως αὐτοῦ, τότε, ποὺ ἐφωτίσθησαν ἀπὸ τὸ Ἅγιον Πνεῦμα, ἐνεθυμήθησαν, ὅτι τὰ προφητικὰ αὐτὰ λόγια τοῦ Ζαχαρίου ἦσαν δι’ αὐτὸν γραμμένα. Καὶ ἀκριβῶς διὰ νὰ πληρωθῇ ἡ προφητεία αὐτή, συνειργάσθησαν χωρὶς νὰ τὸ ἐννοοῦν καὶ αὐτοὶ καὶ ἔκαμαν διὰ τὸν Ἰησοῦν ταῦτα. 17 Κατὰ τὴν ὑποδοχὴν λοιπὸν ἐκείνην ἔδιδε μαρτυρίαν περὶ τοῦ θαύματος τοῦ Λαζάρου εἰς ὅσους δὲν τὸ εἶχαν ἴδει, ὁ λαός, ποὺ ἦτο τότε μαζί του, ὅταν ὁ Ἰησοῦς ἐφώναξεν ἀπὸ τὸ μνημεῖον τὸν Λάζαρον καὶ τὸν ἀνέστησεν ἐκ νεκρῶν. 18 Δι’ αὐτὸ καὶ τὸν προϋπάντησαν τὰ πλήθη τοῦ λαοῦ, διότι ἤκουσαν ἀπὸ τοὺς αὐτόπτας μάρτυρας, ὅτι αὐτὸς εἶχε κάμει τὸ μέγα τοῦτο θαῦμα.

Σάββατο 21 Μαρτίου 2026

Αναγνώσματα Κυριακής


Κυριακή, 22 Μαρτίου 2026

Δ΄ Κυριακή των Νηστειών - Ιωάννου της Κλίμακος, Άγιος Βασίλειος Ιερομάρτυρας Πρεσβύτερος Άγκυρας, Οι Αγίες Καλλίνικη και Βασίλισσα, Άγιος Ευθύμιος ο Πελοποννήσιος† ΚΥΡΙΑΚΗ Δ ́ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ἰωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος». Βασιλείου ἱερομ. πρεσβυτέρου τῆς Ἀγκυρανῶν ἐκκλησίας (†362). Καλλινίκης μάρτυρος (†252).


Ἀπόστολος

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Ϛ´ 13 - 20

13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ 14 λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· 15 καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας· 16 ἄνθρωποι μὲν κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· 17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, 18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· 19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, 20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

♦️Ευαγγέλιο ΚΑΤΑ ΜΑΡΚΟΝ Θ´ 17 - 31

17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον. 18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. 20 καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· Παιδιόθεν. 22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν, ἐγὼ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτόν κατ’ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 30 Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· 31 ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

♦️Ερμηνεία Ευαγγελίου 

17 Και λαβών τον λόγον ένας από το πλήθος είπε· “Διδάσκαλε, έφερα προς σε το παιδί μου, που έχει καταληφθή από πονηρόν πνεύμα, το οποίον του έχει αφαιρέσει την λαλιάν. 18 Και εις όποιον τόπον το καταλάβει, το συγκλονίζει και το ρίπτει κάτω και το κάνει να αφρίζη, να τρίζη τα δόντια του και να μένη ξηρόν και αναίσθητον. Και είπα στους μαθητάς σου να διώξουν αυτό το πονηρόν πνεύμα, και δεν ημπόρεσαν”. 19 Ο δε Ιησούς απεκρίθη εις αυτόν και είπε· “ω γενεά, που μένεις ακόμη άπιστος, παρ' όλα τα θαύματα που έχεις ιδή· έως πότε θα είμαι μαζή σας; Εως πότε θα σας ανέχωμαι; Φερτε αυτόν σε μένα”. Και έφεραν πράγματι το δαιμονιζόμενο παιδί. 20 Και το πνεύμα το πονηρόν, μόλις είδε τον Ιησούν, αμέσως συνεκλόνισε με σπασμούς τον νέον, ο οποίος αφού έπεσε εις την γην, εκυλίετο και έβγαζε αφρούς. 21 Και ηρώτησε ο Κυριος τον πατέρα του νέου· “πόσος καιρός είναι από τότε που συνέβη αυτό;” Και εκείνος είπε· “από την παιδικήν του ηλικίαν. 22 Και πολλές φορές τον έρριξεν εις την φωτιά και εις τα νερά, δια να τον εξοντώση. Αλλ' εάν ημπορής να κάμης τίποτε, σπλαγχνίσου μας και βοήθησέ μας”. 23 Ο δε Ιησούς του είπε τούτο· “εάν συ ημπορής να πιστεύσης, τότε όλα είναι κατορθωτά στον πιστεύοντα”. 24 Και αμέσως πατήρ του παιδίου με δάκρυα εις τα μάτια έκραξε και είπε· “πιστεύω, Κυριε, βοήθησέ με να ελευθερωθώ από την ολιγοπιστίαν και να αποκτήσω ζωντανήν πίστιν”. 25 Επειδή δε ο Ιησούς είδε ότι λαός έτρεχε από τα διάφορα μέρη και εμαζεύετο εκεί, επέπληξε το ακάθαρτον πνεύμα και του είπε· “το πνεύμα το άλαλον και το κωφόν, εγώ σε διατάσσω, έβγα από αυτόν και ποτέ πλέον να μη ξαναεισέλθης εις αυτόν”. 26 Και το πνεύμα το πονηρόν αφού έκραξε και συνεκλόνισε παρά πολύ τον νέον, εβγήκε. Και έμεινε ο νέος σαν πεθαμένος, ώστε πολλοί να λέγουν ότι απέθανε. 27 Ο δε Ιησούς τον επιασε από το χέρι, τον εσήκωσε και εκείνος εστάθη όρθιος. 28 Οταν δε εισήλθεν ο Κυριος εις ένα σπίτι, οι μαθηταί του τον ερωτούσαν ιδιαιτέρως· “διατί ημείς δεν ημπορέσαμεν να διώξωμε το ακάθαρτον πνεύμα;” 29 Και εκείνος τους είπεν· “αυτό το γένος των δαιμονίων με τίποτε άλλο δεν διώχνεται, παρά μόνον με προσευχήν και νηστείαν”. 30 Και αφού ανεχώρησαν από εκεί, επροχωρούσαν από απόμερους δρόμους δια μέσου της Γαλιλαίας και δεν ήθελε να μάθη κανείς δια την διάβασίν του αυτήν. 31 Και τούτο, διότι εδίδασκε τους μαθητάς του ιδιαιτέρως και τους επληροφορούσε, ότι ο υιός του ανθρώπου παραδίδεται εις χέρια μοχθηρών ανθρώπων, οι οποίοι και θα τον θανατώσουν, και αφού θανατωθή, την τρίτην ημέραν θα αναστηθή.


Σάββατο 14 Μαρτίου 2026

Αναγνώσματα Κυριακής

 


Κυριακή, 15 Μαρτίου 2026

Γ΄ Κυριακή των Νηστειών - της Σταυροπροσκυνήσεως, Άγιος Αγάπιος και των συν αυτώ μάρτυρες: Πλήσιος, Ρωμύλος, Τιμόλαος, Αλέξανδρος, Αλέξανδρος (έτερος), Διονύσιος καί Διονύσιος (έτερος), Άγιος Αριστόβουλος, επίσκοπος Βρετανίας, Άγιος Μανουήλ ο εκ Σφακίων† ΚΥΡΙΑΚΗ Γ΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ). Ἀγαπίου καὶ τῶν σὺν αὐτῷ (†303). Ἀριστοβούλου ἀποστόλου Βρετανίας, Μανουὴλ νεομάρτυρος τοῦ Κρητός (†1792).


🔸Ἀπόστολος

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Δ´ 14 - 16

14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. 15 οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. 16 προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Ε´ 1 - 6 1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, 2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· 3 καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. 4 καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ Ἀαρών. 5 οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· 6 καθὼς καὶ ἐν ἑτέρῳ λέγει· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.


🔸 Ευαγγέλιο 

ΚΑΤΑ ΜΑΡΚΟΝ Η´ 34 - 38

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. 36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.ΚΑΤΑ ΜΑΡΚΟΝ Θ´ 1 - 1 1 Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες ὧδε τῶν ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

🔸Ερμηνεία Ευαγγελίου 

34 Καὶ ἀφοῦ προσεκάλεσε τὰ πλήθη τοῦ λαοῦ μαζὶ μὲ τοὺς μαθητάς του, εἶπεν εἰς αὐτούς· Ἐκεῖνος ποὺ θέλει νὰ γίνῃ ὀπαδός μου καὶ νὰ μὲ ἀκολουθῇ ὡς μαθητής μου, ἂς διακόψῃ κάθε φιλίαν καὶ σχέσιν πρὸς τὸν διεφθαρμένον ὑπὸ τῆς ἁμαρτίας ἑαυτόν του καὶ ἀς λάβῃ τὴν σταθερὰν ἀπόφασιν νὰ ὑποστῇ δ’ ἐμὲ ὄχι μόνον πᾶσαν θλῖψιν καὶ δοκιμασίαν, ἀλλὰ καὶ θάνατον σταυρικὸν ἀκόμη, καὶ τότε ἂς μὲ ἀκολουθῇ μιμούμενος τὸ παράδειγμά μου. 35 Μὴ διστάσῃ δὲ κανεὶς νὰ κάμῃ τὰς θυσίας αὐτάς. Διότι, ὅποιος θέλει νὰ σώσῃ τὴν ζωήν του, θὰ χάσῃ τὴν πνευματικὴν καὶ μακαρίαν καὶ αἰωνίαν ζωήν. Ὅποιος ὅμως χάσῃ καὶ θυσιάσῃ τὴν ζωήν του διὰ τὴν ὁμολογίαν καὶ ὑπακοήν του εἰς ἐμὲ καὶ τὸ εὐαγγέλιόν μου, αὐτὸς θὰ σώσῃ τὴν ψυχήν του ἐν τῷ μέλλοντι βίῳ, ὅπου θὰ κερδήσῃ τὴν αἰωνίαν μακαριότητα. 36 Ἐκείνη δὲ ἡ σωτηρία εἶναι τὸ πᾶν. Διότι τί θὰ ὠφελήσῃ τὸν ἄνθρωπον, ἐὰν κερδήσῃ ὅλον αὐτὸν τὸν ὑλικὸν κόσμον, καὶ εἰς τὸ τέλος χάσῃ τὴν ψυχήν του, ἡ ὁποία ὡς πνευματικὴ καὶ αἰώνια δὲν συγκρίνεται μὲ κανὲν ἀπὸ τὰ ὑλικὰ τοῦ φθαρτοῦ κόσμου ἀγαθά; 37 Ἢ ἐὰν ἕνας ἄνθρωπος χάσῃ τὴν ψυχήν του, τί θὰ δώσῃ ὡς ἀντάλλαγμα, μὲ τὸ ὁποῖον θὰ ἑξαγοράσῃ αὐτὴν ἀπὸ τὴν αἰωνίαν ἀπώλειαν; 38 Ὁρισμένως δὲ θὰ χάσῃ τὴν ψυχήν του ἐκεῖνος, ποὺ δὲν θὰ ὑποστῇ δ’ ἐμὲ τὰς θυσίας αὐτάς. Διότι ὁποιοσδήποτε ἐντραπῇ ἐμὲ καὶ τοὺς λόγους μου ἐπηρεαζόμενος ἀπὸ τὰς περιφρονήσεις καὶ τοὺς χλευασμοὺς τῶν ἀνθρώπων τῆς γενεᾶς αὐτῆς, ποὺ ἀπεστάτησεν ἀπὸ τὸν πνευματικόν της νυμφίον καὶ εἶναι ἁμαρτωλός, αὐτὸν θὰ τὸν ἐντραπῇ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ θὰ τὸν ἀποκηρύξῃ ὡς μὴ ἰδικόν του, ὅταν θὰ ἔλθῃ μὲ τοὺς ἁγίους ἀγγέλους περιβεβλημένος τὴν δόξαν τοῦ Πατρός του.ΚΑΤΑ ΜΑΡΚΟΝ Θ´ 1 - 1 1 Καὶ ἔλεγεν εἰς αὐτούς· Σᾶς λέγω ἀληθινά, ὅτι ὑπάρχουν μερικοὶ ἀπὸ αὐτούς, ποὺ στέκονται ἔδω, οἱ ὁποῖοι δὲν θὰ δοκιμάσουν θάνατον, προτοῦ νὰ ἴδουν, μετὰ τὴν κάθοδον τοῦ Ἁγίου Πνεύματος, νὰ καταλύεται, μὲ τὴν καταστροφὴν τῶν Ἱεροσολύμων καὶ τοῦ ναοῦ των καὶ μὲ τὸν διασκορπισμὸν τοῦ Ἰσραήλ, ἡ Παλαιὰ θεία τάξις καὶ διαθήκη διὰ νὰ θεμελιωθῇ μὲ δύναμιν ἀκαταγώνιστον καὶ ὑπερφυσικὴν ἡ Νέα θεία τάξις ἐν τῷ κόσμῳ, τὴν ὁποίαν θὰ ἐκπροσωπῇ ἡ Ἐκκλησία ὡς ἄλλη βασιλεία τοῦ Θεοῦ ἐπὶ τῆς γῆς.

Σάββατο 7 Μαρτίου 2026

Αναγνώσματα Κυριακής


Κυριακή, 08 Μαρτίου 2026

Β΄ Κυριακή των Νηστειών - Γρηγορίου του Παλαμά, Όσιος Θεοφύλακτος Επίσκοπος Νικομήδειας, Όσιος Παύλος ο Ομολογητής επίσκοπος Πλουσιάδος, Άγιος Ερμής ο Απόστολος† ΚΥΡΙΑΚΗ Β΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ». Θεοφυλάκτου ἐπισκόπου Νικομηδείας (†842-5), Ἑρμοῦ ἀποστόλου (α΄ αἰ.).

🔸Ἀπόστολος

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Α´ 10 - 14

10 καί· σὺ κατ’ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. 13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Β´ 1 - 3. 1 Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν. 2 εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, 3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,


🔸Ευαγγέλιο 

ΚΑΤΑ ΜΑΡΚΟΝ Β´ 1 - 12

1 Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι’ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. 2 καὶ εὐθέως συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο. 5 ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7 Τί οὗτος οὕτως λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; 8 καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας - λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι Οὐδέποτε οὕτως εἴδομεν.


🔸 Ερμηνεία Ευαγγελίου 

1 Καὶ ὕστερα ἀπὸ μερικὰς ἡμέρας ἐμβῆκε πάλιν εἰς τὴν Καπερναούμ· καὶ ἔγινε γνωστόν, ὅτι εἶναι εἰς κάποιαν οἰκίαν. 2 Καὶ ἀμέσως ἐμαζεύθησαν πολλοί, ὥστε ἀφοῦ ἐγέμισεν ἡ οἰκία, νὰ μὴ χωροῦν πλέον τὸν λαὸν οὔτε τὰ πλησίον τῆς θύρας μέρη. Καὶ τοὺς ἐδίδασκε τὸν λόγον τοῦ Θεοῦ. 3 Καὶ ἔρχονται πρὸς αὐτὸν καὶ τοῦ ἔφεραν κάποιον παραλυτικόν, ποὺ τὸν ἐσήκωναν ἐπάνω εἰς κρεββάτι τέσσαρες. 4 Καὶ ἐπειδὴ δὲν ἠμποροῦσαν ἐξ αἰτίας τοῦ πλήθους τοῦ λαοῦ νὰ τὸν πλησιάσουν, ἐξεσκέπασαν τὴν σκέπην εἰς τὸ μέρος, ὅπου ὁ Κύριος εὑρίσκετο καί, ἀφοῦ ἤνοιξαν τρῦπαν, ἔρριψαν κάτω σιγὰ τὸ κρεββάτι, ἐπὶ τοῦ ὁποίου ἦτο ἑξαπλωμενος ὁ παραλυτικός. 5 Ὅταν δὲ ὁ Ἰησοῦς εἶδε τὴν πίστιν, ποὺ εἶχαν καὶ ὁ παραλυτικὸς καὶ ἐκεῖνοι ποὺ τὸν ἔφεραν, λέγει εἰς τὸν παραλυτικόν, ὁ ὁποῖος εὑρίσκετο εἰς ἀνησυχίαν, μήπως αἱ ἁμαρτίαι του γίνουν ἐμπόδιον εἰς τὴν θεραπείαν του· τέκνον, σοῦ ἔχουν συγχωρηθῇ αἱ ἁμαρτίαι σου, αἱ ὁποῖαι εἶναι καὶ ἡ αἰτία τῆς σωματικῆς σου παραλύσεως. 6 Ἦσαν δὲ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς, οἱ ὁποῖοι ἐκάθηντο ἐκεῖ καὶ διελογίζοντο εἰς τὸ ἐσωτερικόν των καὶ εἰς τὰς διανοίας των· 7 Διατὶ ὁ ἄνθρωπος αὐτὸς ὁμιλεῖ ἔτσι καὶ ἐκστομίζει βλασφημίας; Ποῖος ἄλλος ἠμπορεῖ νὰ συγχωρῇ ἁμαρτίας, παρὰ μόνον ἕνας, ὁ Θεός; 8 Καὶ ἀμέσως ὁ Ἰησοῦς ἀντελήφθη ὑπερφυσικῶς μὲ τὸ φωτιζόμενον ἀπὸ τὴν θεότητά του πνεῦμα του, ὅτι αὐτοὶ διαλογίζονται μέσα τους ἔτσι, καὶ τοὺς εἶπε· Διατὶ δέχεσθε καὶ κυκλοφορεῖτε τέτοιους λογισμοὺς μέσα εἰς τὰς καρδίας σας; 9 Τί εἶναι εὐκολώτερον, τὸ νὰ εἴπω εἰς τὸν παραλυτικὸν εἶναι συγχωρημέναι αἱ ἁμαρτίαι σου ἢ νὰ τοῦ εἴπω, σήκω καὶ πάρε εἰς τὸν ὦμον σου τὸ κρεββάτι σου καὶ περιπάτει; Σεῖς θεωρεῖτε δυσκολώτερον τὸ τελευταῖον τοῦτο. 10 Διὰ νὰ μάθετε λοιπόν, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, ὁ μοναδικὸς ἐκπρόσωπος τῆς ἀνθρωπότητος, ὁ ὁποῖος θὰ ἔλθῃ καὶ πάλιν ἐπὶ τῶν νεφελῶν ὡς Κριτὴς ἔνδοξος, ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἐπὶ τῆς γῆς ἁμαρτίας - τότε ὁ Κύριος λέγει εἰς τὸν παραλυτικόν· 11 Εἰς σέ, ποὺ πιστεύεις, ὁμιλῶ· σήκω καὶ πάρε εἰς τὸν ὦμον σου τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸν οἶκον σου. 12 Καὶ ἐσηκώθη ἀμέσως καὶ ἀφοῦ ἐπῆρε τὸ κρεββάτι του ἐβγῆκεν ἀπὸ τὸ σπίτι ἐκεῖνο ἐμπρὸς εἰς ὅλους, ὥστε τὸν εἶδαν μὲ τὰ μάτια των καὶ κατεπλάγησαν ὅλοι καὶ ἐδόξασαν τὸν Θεὸν λέγοντες, ὅτι ποτὲ ἕως τώρα δὲν εἴδαμεν ἔτσι, παραλυτικὸς μὲ μίαν προσταγὴν νὰ σηκώνεται ἀμέσως ὑγιὴς καὶ νὰ περιπατῇ.

Σάββατο 28 Φεβρουαρίου 2026

Αναγνώσματα Κυριακής

 


Κυριακή, 01 Μαρτίου 2026

Α΄ Κυριακή των Νηστειών - της Ορθοδοξίας, Αγία Ευδοκία η από Σαμαρειτών η Οσιομάρτυς, Αγία Αντωνίνα, Άγιος Παρασκευάς ο Τραπεζούντιος ο νεομάρτυρας† ΚΥΡΙΑΚΗ Α΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ). Εὐδοκίας ὁσιομάρτυρος (†160-170), Μαρκέλλου καὶ Ἀντωνίνης μαρτύρων.

🔸Ἀπόστολος

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 24 - 26

24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 32 - 4032 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.


🔸 Ευαγγέλιο 

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 44 - 52

44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

🔸Ερμηνεία Ευαγγελίου 

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 44 - 52

44 Την άλλην ημέραν απεφάσισεν ο Χριστός να αναχωρήση από την Ιουδαίαν δια την Γαλιλαίαν. Ευρίσκει τον Φιλιππον (μαθητήν και αυτός του Βαπτιστού, από τον οποίον πολλά είχε ακούσει περί του Μεσσίου) και του λέγει· “έλα κοντά μου”. 45 Ο δε Φιλιππος κατήγετο από την Βηθσαϊδά, από την πατρίδα του Ανδρέου και του Πετρου. 46 Ευρίσκει ο Φιλιππος τον Ναθαναήλ και του λέγει· “αυτόν που έγραψε ο Μωϋσής στον Νομον και προανήγγειλαν οι προφήται εις τα προφητικά των βιβλία τον ευρήκαμεν· είναι ο Ιησούς, ο υιός του Ιωσήφ, από την Ναζαρέτ”. 47 Ο Ναθαναήλ όμως είπεν εις αυτόν· “από την Ναζαρέτ είναι δυνατόν να βγη κάτι καλόν;” Λεγει εις αυτόν ο Φιλιππος· “έλα και ιδέ μόνος σου, δια να πεισθής”. 48 Είδεν ο Ιησούς τον Ναθαναήλ να έρχεται προς αυτόν και λέγει περί αυτού· “ιδού ένας γνήσιος Ισραηλίτης, στον οποίον δεν υπάρχει πονηρία”. 49 Λεγει εις αυτόν ο Ναθαναήλ· “από που με γνωρίζεις;” Απήντησεν ο Ιησούς και του είπε· “προτού σε φωνάξη ο Φιλιππος, όταν ήσουνα κάτω από την συκήν, μακρυά από κάθε ανθρώπινον μάτι, εγώ σε είδα”. 50 Απεκρίθη τότε ο Ναθαναήλ και του είπε· “Διδάσκαλε, συ είσαι ο Υιός του Θεού, συ είσαι ο Βασιλεύς του Ισραήλ, τον οποίον, σύμφωνα με τις προφητείες, επεριμέναμεν”. 51 Του απήντησεν δε ο Ιησούς· “Διότι σου είπα ότι σε είδα κάτω από την συκήν, πιστεύεις; Θα ίδης ακόμη μεγαλύτερα από αυτά”. 52 Και εν συνεχεία λέγει προς αυτόν, ώστε να ακούσουν και οι άλλοι μαθηταί· “σας διαβεβαιώνω, ότι από τώρα θα ίδετε ανοικτόν τον ουρανόν και τους αγγέλους του Θεού ν' ανεβαίνουν και να κατεβαίνουν, να συνοδεύουν και να υπηρετούν τον υιόν του ανθρώπου (ο οποίος ως Θεός είναι κύριος και των αγγέλων)”.

Σάββατο 14 Φεβρουαρίου 2026

Αναγνώσματα Κυριακής

 


Κυριακή, 15 Φεβρουαρίου 2026

Κυριακή των Απόκρεω, Άγιος Ονήσιμος ο Απόστολος, Όσιος Ευσέβιος, Όσιος Άνθιμος ο Βαγιάνος ο εν Χίω, Άγιος Ιωάννης Κουλακιώτης ο εν Θεσσαλονίκη† ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ. «Μνεία τῆς δευτέρας καὶ ἐνδόξου παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Ονησίμου ἀποστόλου (†109). Εὐσεβίου ὁσίου (ε΄ αἰ.), Μαΐωρος μάρτυρος, Ἀνθίμου ὁσίου (τοῦ Βαγιάνου) τοῦ ἐν Χίῳ (†1960).

🔸Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Η´ 8 - 13

8 βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. 9 βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. 10 ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. 13 διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Θ´ 1 - 21 Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; 2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.

🔸Ευαγγέλιο 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΕ´ 31 - 46

31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· 35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· 42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

🔸 Ερμηνεία Ευαγγελίου 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΕ´ 31 - 46

31 Οταν δε έλθη ο υιός του ανθρώπου με όλην την δόξαν αυτού και μαζή με αυτόν όλοι οι άγγελοί του, τότε θα καθίση στον θρόνον του, τον λαμπρόν και ένδοξον. 32 Και θα συναχθούν εμπρός του όλα τα έθνη της γης από της δημιουργίας του Αδάμ μέχρι της συντελείας του κόσμου και θα χωρίση αυτούς μεταξύ των με όσην ευκολίαν χωρίζει ο ποιμήν τα πρόβατα από τα ερίφια. 33 Και θα θέση τα μεν πρόβατα εις τα δεξιά του τα δε ερίφια εις τα αριστερά. 34 Τοτε θα στραφή ο βασιλεύς εις εκείνους που θα ευρίσκωνται εις τα δεξιά του και θα πη· “ελάτε σεις οι ευλογημένοι του Πατρός μου και κληρονομήσατε την βασιλείαν των ουρανών, η οποία έχει ετοιμασθή για σας από τότε που εθεμελιώνετο ο κόσμος. 35 Διότι επείνασα και μου εδώσατε να φάγω, εδίψασα και με εποτίσατε, ήμουν ξένος που δεν είχα τόπον να μείνω, και με επήρατε στο σπίτι σας. 36 Ημουν γυμνός και με ενεδύσατε, αρρώστησα και με επισκεφθήκατε, εις την φυλακήν ήμουν και ήλθατε να με ιδήτε”. 37 Τοτε θα αποκριθούν προς αυτόν οι δίκαιοι και θα πουν· “Κυριε, πότε σε είδαμε πεινασμένον και σε εθρέψαμε η διψασμένον και σου εδώσαμε νερό; 38 Ποτε δε σε είδαμεν ξένον και σε περιμαζέψαμε η γυμνόν και σε ενεδύσαμεν; 39 Ποτε δε σε είδαμε ασθενή η φυλακισμένον και ήλθαμε εις επίσκεψίν σου;” 40 Και θα αποκριθή εις αυτούς ο βασιλεύς· “Αληθινά σας λέγω, κάθε τι που εκάματε, δια να εξυπηρετήσετε ένα από τους αδελφούς μου, που φαίνονται άσημοι και ελάχιστοι μέσα εις την κοινωνίαν, το εκάματε εις εμέ” (Ο Χριστός, ο βασιλεύς, που είναι ο Υιός του Θεού αλλά και υιός του ανθρώπου, τους πάσχοντας, τους πτωχούς και γυμνούς, αυτούς τους οποίους οι ματαιόδοξοι και υπερήφανοι περιφρονούν, τους θεωρεί αδελφούς του, τέκνα του ουρανίου Πατρός και τους περιβάλλει με όλην του την αγάπην. Δι'αυτό και κάθε βοήθειαν που τους προσφέρεται την θεωρεί ως προσφερομένην εις αυτόν τον ίδιον). 41 Τοτε θα πη και εις εκείνους, που στέκονται εις τα αριστερά του· “φύγετε μακρυά από εμέ σεις οι καταράμενοι και πηγαίνετε στο αιώνιον πυρ, που έχει ετοιμασθή δια τον διάβολον και τους πονηρούς αγγέλους του. 42 Διότι επείνασα και δεν μου εδώσατε να φάγω, εδίψασα και δεν με εποτίσατε. 43 Ξενος ήμουν και δεν με επήρατε στο σπίτι σας, γυμνός και δεν με ενεδύσατε, άρρωστος και φυλακισμένος και δεν με επισκεφθήκατε”. 44 Τοτε θα αποκριθούν και αυτοί λέγοντες, “Κυριε, πότε σε είδαμε πεινασμένο η διψασμένον η ξένον η γυμνόν η ασθενή η φυλακισμένον και δεν σε υπηρετήσαμεν;” 45 Τοτε θα αποκριθή εις αυτούς και θα είπη· “αλήθεια σας λέγω· εφ' όσον δεν εκάματε τα καλά αυτά εις ένα από αυτούς, που ο κόσμος θεωρεί πολύ μικρούς, ούτε εις εμέ εκάματε”. 46 Και θα απέλθουν αυτοί μεν εις την αιωνίαν κόλασιν μαζή με τον διάβολον, οι δε δίκαιοι εις την αιωνίαν ζωήν μαζή με τον Θεόν. (Ετσι η δικαία κρίσις θα έχη γίνει, το δίκαιον θα αποδοθή και η ασάλευτος αποκατάστασις θα πραγματοποιηθή).

Σάββατο 7 Φεβρουαρίου 2026

Αναγνώσματα Κυριακής του Ασώτου

 


Κυριακή, 08 Φεβρουαρίου 2026

Κυριακή του Ασώτου, Άγιος Θεόδωρος ο Στρατηλάτης, Προφήτης Ζαχαρίας† Κυριακὴ μετὰ τὴν ἑορτήν. Τοῦ Ἀσώτου (ΙΖ´ Λουκᾶ). Θεοδώρου στρατηλάτου μεγαλομάρτυρος (†319), Ζαχαρίου τοῦ προφήτου (†620 π.Χ.).


📍Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Ϛ´ 12 - 20

12 Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· 14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· 17 ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. 18 φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστι τοῦ Θεοῦ.


📍 Ευαγγέλιο 

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΕ´ 11 - 32

11 Εἶπε δέ· Ἄνθρωπός τις εἶχε δύο υἱούς. 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. 13 καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι! 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· 19 οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21 εἶπε δὲ αὐτῷ ὁ υἱὸς· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. 22 εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, 23 καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτόν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. 25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν, 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα. 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρὶ· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· 30 ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτὸν. 31 ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.


📍 Ερμηνεία Ευαγγελίου 

11 Διὰ νὰ κάμῃ δὲ σαφεστέραν καὶ περισσότερον καταληπτὴν τὴν ἀλήθειαν αὐτήν, εἶπε καὶ τὴν ἀκόλουθον παραβολήν· ἕνας ἄνθρωπος, ὁ Θεὸς δηλαδή, εἶχε δύο υἱούς. 12 Καὶ εἶπεν εἰς τὸν πατέρα ὁ μικρότερος υἱός, ποὺ εἰκονιζει τὸν ἀποστάτην ἁμαρτωλόν, ὁ ὁποῖος φεύγει ἀπὸ τὴν ὑπακοὴν καὶ προστασίαν τοῦ ἐπουρανίου Πατρός· Πατέρα, δός μου τὸ μερίδιον τῆς περιουσίας, ποὺ μοῦ ἀνήκει. Καὶ ἐμοίρασεν ὁ πατὴρ καὶ εἰς τοὺς δύο υἱοὺς τὴν περιουσίαν. Ὁ Θεὸς δηλαδὴ καὶ εἰς τὸν ἁμαρτωλόν, ποὺ θέλει νὰ ζῇ μακρὰν ἀπὸ αὐτόν, παρέχει τὰ μέσα τῆς συντηρήσεως καὶ ὅλα ἐκεῖνα τὰ πνευματικὰ καὶ ὑλικὰ χαρίσματα, ποὺ ἐὰν αὐτὸς δὲν τὰ κατεχρᾶτο, θὰ τὸν ἔκαναν πραγματικῶς εὐτυχῆ καὶ μακάριον. 13 Καὶ ὁ νεώτερος υἱὸς ὕστερα ἀπὸ ὀλίγας ἡμέρας, ἀφοῦ ἐμάζευσεν ὅλα, ὅσα τοῦ ἔδωκεν ὁ πατέρας του, ἐταξίδευσεν εἰς μέρος μακρυνὸν καὶ ἐκεῖ διεσκόρπισε τὴν περιουσίαν του μὲ τὸ νὰ ζῇ βίον ἄσωτον καὶ παραλυμένον. Ἔτσι χωρίζουν καὶ τὸν ἁμαρτωλὸν αἱ ἁμαρτίαι του πολὺ μακρὰν ἀπὸ τὸν Θεόν, μὲ τὴν κατάχρησιν δὲ τῶν χαρισμάτων, ποὺ τοῦ ἔδωκεν ὁ οὐράνιος Πατήρ, ἑξαχρειώνεται καὶ διαφθείρεται. 14 Ὅταν δὲ ὁ νεώτερος υἱὸς ἐδαπάνησεν ὅλα, ὅσα εἶχεν, ἔγινε πεῖνα μεγάλη εἰς τὴν χώραν ἐκείνην καὶ αὐτὸς ἤρχισε νὰ στερῆται. Δὲν εἶναι δηλαδὴ ἀπεριόριστοι αἱ ἀπολαύσεις τοῦ ἁμαρτωλοῦ. Ἀργὰ ἢ γρήγορα θὰ αἰσθανθῇ τὴν ἀθλιότητα καὶ τὸ κενόν, ποὺ δημιουργεῖ εἰς τὴν καρδίαν του ὁ ἄσωτος βίος καὶ ἡ στέρησις τῆς θείας παρηγορίας. 15 Καὶ ὁ ἄσωτος υἱὸς λόγῳ τῶν στερήσεων καὶ τῆς πείνας του ἐπῆγε καὶ προσελήφθη δοῦλος ἀπὸ ἕνα ἐκ τῶν κατοίκων τοῦ τόπου ἐκείνου. Καὶ αὐτὸς τὸν ἔστειλε εἰς τὰ χωράφια του διὰ νὰ βόσκῃ χοίρους, ζῷα δηλαδὴ ἀκάθαρτα, ποὺ εἰς ἕνα Ἰουδαῖον, ὅπως ἦτο ὁ νεώτερος υἱός, ἐπροκάλουν τὴν ἀηδίαν καὶ τὴν ἀποστροφήν. Εἰς ποῖον ἐξευτελισμὸν καταπίπτει καὶ πόσον χάνει τὴν ἀξιοπρέπειάν του ὁ ταλαίπωρος ἁμαρτωλός ! 16 Καὶ ἐπεθύμει ὁ νεώτερος υἱὸς νὰ γεμίσῃ τὴν κοιλίαν του ἀπὸ τὰ ξυλοκέρατα, τὰ ὁποῖα ἔτρωγαν οἱ χοῖροι, καὶ κανεὶς δὲν τοῦ ἔδιδε, διότι οἱ ὑπηρέται, ποὺ ἔκαναν τὴν διανομήν, ἐπέβλεπον νὰ τρέφωνται οἱ χοῖροι μὲ αὐτά. 17 Εἰς κάποιαν ὅμως στιγμὴν συνῆλθεν οὗτος εἰς τὸν ἑαυτόν του ἀπὸ τὴν μέθην καὶ τὴν τρέλλαν τῆς ἁμαρτίας καὶ εἶπε· πόσοι μισθωτοὶ τοῦ πατέρα μου ἔχουν ἄφθονον καὶ περισσεύοντα τὸν ἄρτον, ἐγὼ δὲ κινδυνεύω νὰ χαθῶ ἀπὸ τὴν πεῖναν; Τὸ πρῶτον βῆμα τῆς μετανοίας, ἡ ὑπὸ τοῦ ἁμαρτωλοῦ συναίσθησις τῆς ἀθλιότητός του. 18 Εἰς τὴν συναίσθησιν αὐτὴν ἐπακολουθεῖ καὶ ἡ σωτηριώδης ἀπόφασις. Θὰ σηκωθῶ, λέγει ὁ ἄσωτος, καὶ θὰ ὑπάγω πρὸς τὸν πατέρα μου καὶ θὰ τοῦ εἴπω· Πατέρα, ἡμάρτησα εἰς τὸν οὐρανόν, ὅπου ἐκτελεῖται μετ’ εὐλαβείας τὸ θεῖον θέλημα ἀπὸ τοὺς ἀγγέλους, οἱ ὁποῖοι καὶ ἀξιοῦν ὅλα τὰ κτίσματα νὰ συμμορφοῦνται πρὸς αὐτό, ὅπως σομμορφοῦνται καὶ αὐτοί, λυποῦνται δὲ διὰ τὴν ἀποστασίαν κάθε ἀνθρώπου· ἡμάρτησα καὶ ἐνώπιόν σου, διότι ἐπεριφρόνησα τὴν στοργήν σου καὶ δὲν ἐλογάριασα τὴν λύπην, ποὺ ἐδοκίμαζες, ὅταν ἔφευγα μακρὰν ἀπὸ σέ. 19 Καὶ δὲν εἶμαι πλέον ἄξιος νὰ ὀνομασθῶ υἱός σου. Δὲν ἔχω τὴν ἀξίωσιν, οὔτε ὡς μόνιμος δοῦλος σου παραμένων διαρκῶς ἐν τῇ οἰκίᾳ σου νὰ προσληφθῶ. Κάμε με σὰν ἕνα ἀπὸ τοὺς μισθωτούς σου. 20 Καὶ ἡ σωτηριώδης ἀπόφασις ἐτέθη εἰς ἐνέργειαν. Ὁ ἄσωτος ἐσηκώθη καὶ ἦλθεν εἰς τὸν πατέρα του. Καὶ ἐνῷ αὐτὸς ἀπεῖχεν ἀκόμη μακράν, τὸν εἶδεν ὁ πατέρας του καὶ τὸν ἐλυπήθη καὶ ἀφοῦ ἔτρεξεν εἰς προυπάντησιν αὐτοῦ, ἔπεσεν εἰς τὸν τράχηλόν του καὶ ἐναγκαλισθεὶς αὐτὸν τὸν ἐφίλησε μὲ πόθον καὶ στοργήν. Ὁ Θεὸς δηλαδὴ ὄχι μόνον δέχεται τὸν διὰ τῆς μετανοίας ἐπιστρέφοντα ἁμαρτωλόν, ἀλλὰ καὶ προτοῦ ἀκόμη πλησιάσῃ αὐτὸς πρὸς τὸν Θεόν, σπεύδει ὁ Θεὸς πρὸς ἀναζήτησίν του καὶ τὸν ἐναγκαλίζεται μὲ στοργήν. 21 Παρὰ τὴν στοργὴν ὅμως τοῦ Πατρός, καὶ παρὰ τὴν ἐπελθοῦσαν συνδιαλλαγήν, ὁ υἱὸς συντετριμμένος ἔκαμε τὴν ἐξομολόγησίν του καὶ εἶπε: Πατέρα, ἡμάρτησα εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ δὲν εἶμαι πλέον ἄξιος νὰ ὀνομασθῶ υἱός σου. 22 Ὁ πατέρας δὲ τότε τὸν διέκοψε καὶ εἶπεν εἰς τοὺς δούλους του· Βγάλετε ἔξω τὴν πιὸ καλὴν φορεσιάν, ἀπὸ ὅσας ἔχομεν, φορεσιὰν ὁμοίαν πρὸς ἐκείνην, ποὺ ἐφοροῦσε προτοῦ φύγῃ ἀπὸ τὸ σπίτι μου. Καὶ ἐπειδὴ αὐτὸς θὰ ἐντρέπεται εἰς τὴν κατάστασιν ποὺ εἶναι, νὰ τὴν φορέσῃ, ἐνδύσατέ τον σεῖς, διὰ νὰ μὴ εἶναι πλέον γυμνὸς καὶ κουρελιάρης. Καὶ δώσατε δακτυλίδιον εἰς τὸ χέρι του νὰ τὸ φορῇ, ὅπως φοροῦν οἱ κύριοι καὶ οἱ ἐλεύθεροι. Δώσατέ του καὶ ὑποδήματα εἰς τοὺς πόδας, νὰ μὴ περιπατῇ ἀνυπόδητος ὅπως οἱ σκλάβοι. Τὸν ἀποκαθιστῶ δηλαδὴ ἐξ ὁλοκλήρου είς τὴν θέσιν καὶ τὰ δικαιώματα, ποὺ εἶχε προτοῦ ἀσωτεύσῃ. 23 Καὶ ἐπὶ πλέον διατάσσω νὰ φέρετε καὶ νὰ σφάξετε ἐκεῖνο ἀπὸ τὰ μοσχάρια, ποὺ τὸ τρέφομεν ξεχωριστὰ διὰ κάποιαν χαρμόσυνον καὶ ἐξαιρετικὴν περίστασιν. Καὶ ἀφοῦ φάγωμεν, ἀς χαρῶμεν καὶ ἀς διασκεδάσωμεν μὲ τραγούδια καὶ μὲ χορούς. 24 Διότι ὁ υἱός μου αὐτὸς ἕως πρὸ ὀλίγου ἦτο πεθαμένος καὶ ἑξαναζωντάνευσε· καὶ ἦτο χαμένος καὶ εὑρέθη. Καὶ ἤρχισαν νὰ εὐφραίνωνται. 25 Ὁ μεγαλύτερος δὲ υἱός, πρὸς τὸν ὁποῖον ὠμοίαζον οἱ Φαρισαῖοι, ἦτο εἰς τὸ χωράφι. Καὶ καθὼς ἤρχετο καὶ ἐπλησίαζεν εἰς τὸ σπίτι, ἤκουσεν ὄργανα καὶ τραγούδια καὶ χορούς. 26 Καὶ ἀφοῦ προσεκάλεσεν ἕνα ἀπὸ τοὺς ὑπηρέτας, ποὺ ἐστέκοντο ἀπ’ ἔξω, ἠρώτα νὰ μάθῃ σὰν τὶ τάχα νὰ ἦσαν αὐτά; 27 Αὐτὸς δὲ τοῦ εἶπεν· ὅτι ὁ ἀδελφός σου ἦλθε καὶ ὁ πατέρας σου ἔσφαξε τὸ μοσχάρι τὸ θρεφτό, διότι τοῦ ἦλθε πάλιν ὑγιὴς 28 Ὅπως δὲ οἱ Φαρισαῖοι ἐσκανδαλίζοντο, ὅταν ἔβλεπαν τὸν Κύριον νὰ συναναστρέφεται καὶ νὰ διδάσκῃ τοὺς ἁμαρτολους, ἔτσι καὶ ὁ μεγαλύτερος υἱὸς ἐθύμωσε καὶ δὲν ἤθελε να ἔμβῃ εἰς τὸ σπίτι. Ὁ πατέρας του λοιπὸν μὲ τὴν αὐτὴν στοργήν, ποὺ ἐδέχθη τὸν νεώτερον, ἐβγῆκε καὶ εἰς αὐτὸν καὶ τὸν παρεκάλει. 29 Ἀλλ’ ὁ μεγαλύτερος υἱὸς ἀπεκρίθη καὶ εἶπε πρὸς τὸν πατέρα· Ἰδού, τόσα χρόνια σὲ δουλεύω καί ποτὲ προσταγὴν δὲν παρέβην. Καὶ δὲν μοῦ ἔδωκες ποτὲ οὔτε ἕνα ἐρίφιον διὰ εὐφρανθῶ μὲ τοὺς φίλους μου. (Πόσον ὁ πρεσβύτερος υἱὸς πλανᾶται ! Ἐὰν ὑπῆρξε τόσον πειθαρχικὸς πρὸς τὸν πατέρα πῶς τώρα μετὰ τόσου πείσματος παρακούει αὐτόν; Πότε δὲ ζήτησεν ἐρίφιον παρὰ τοῦ πατρὸς καὶ ὁ πατὴρ δὲν τοῦ ἔδωκε;). 30 Ὅταν δὲ ἦλθεν ὁ προκομμένος αὐτὸς υἱός σου, ποὺ κατέφαγε τὴν περιουσίαν σου μὲ πόρνας, ἔσφαξες δι’ αὐτὸν τὸ μοσχάρι, ποὺ τὸ εἴχαμεν θρεφτάρι. Δηλαδὴ ὁ μεγαλύτερος υἱὸς μετεχειρίσθη τὴν ἀλαζονικὴν γλῶσσαν τῶν Φαρισαίων, ποὺ περιφρονοῦσαν τοὺς ἁμαρτωλοὺς καὶ ἐνόμιζαν, ὅτι μόνον αὐτοὶ ὡς δίκαιοι εἶχαν δικαιώματα ἐπὶ τῆς ἀγάπης τοῦ Θεοῦ. 31 Καὶ ὁ πατέρας τότε τοῦ εἶπε· Παιδί μου, σὺ εἶσαι πάντα μαζί μου. Καὶ ὅλα ὅσα ἔχω, ἰδικά σου εἶναι. 32 Ἔπρεπε δὲ καὶ σὺ νὰ εὐφρανθῇς καὶ νὰ χαρῇς, διότι ὁ ἀδελφός σου αὐτός, διὰ τὸν ὁποῖον μὲ τόσην περιφρόνησιν ὁμιλεῖς ἦτο νεκρὸς καὶ ἔζησε πάλιν· καὶ χαμένος ἦτο καὶ εὑρέθη.


Σάββατο 31 Ιανουαρίου 2026

Αναγνώσματα Κυριακής

 


Κυριακή 1η Φεβρουαρίου 

Τελώνου και Φαρισαίου (Αρχή Τριωδίου), † Κυριακὴ τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου. 

🔹Ἀπόστολος

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β' Γ´ 10 - 15

10 Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα! καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. 12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.

🔹Ευαγγέλιο

 ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ´ 10 - 14

10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13 καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανόν ἐπᾶραι, ἀλλ’ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.


🔹Ερμηνεία Ευαγγελίου

10 Δύο ἄνθρωποι ἀνέβησαν εἰς τὸ ἱερὸν διὰ νὰ προσευχηθον· ὁ ἕνας ἦτο Φαρισαῖος καὶ ὁ ἄλλος τελώνης. 11 Ὁ Φαρισαῖος ἐστάθη ὄρθιος, ὥστε νὰ φαίνεται καλά, καὶ προσηύχετο καθ’ ἑαυτὸν καὶ δι’ ἑαυτὸν ταῦτα· Σὲ εὐχαριστῶ, Θεέ μου, διότι δὲν εἶμαι σὰν τοὺς ἄλλους ἀνθρώπους, ποὺ εἶναι ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ σὰν αὐτὸν ἐκεῖ τὸν τελώνην. Εἰς καιρὸν δηλαδὴ ποὺ ὅλοι οἱ ἄλλοι εἶναι ἔνοχοι καὶ ἀξιοκατάκριτοι, ἐγὼ προβάλλω ὡς μόνος ἀνένοχος καὶ σὲ εὐχαριστῶ, διότι δὲν βλέπω εἰς τὸν ἑαυτόν μου τὰς τόσας κακίας, τὰς ὁποίας ἔχουν οἱ ἄλλοι. 12 Ἔχω ὅμως καὶ ἀρετάς. Νηστεύω δύο φορὰς τὴν ἑβδομάδα (Δευτέραν καὶ Πέμπτην)· δίδω τὸ δέκατον ἀπὸ ὅλα ἐκεῖνα, ποὺ ἀποκτῶ, ἀκόμη καὶ ἀπὸ τὰ πλέον μικρὰ καὶ εὐτελῆ, διὰ τὰ ὁποῖα δὲν ἐπιβάλλει ὁ νόμος τὴν δεκάτην. 13 Ὁ τελώνης ὅμως ἔστεκε μακρὰν ἀπὸ τὸ θυσιαστήριον, ποὺ ἐκαίοντο αἱ θυσίαι, καὶ δὲν εἶχε τὴν τόλμην ὄχι μόνον τὰς χεῖρας του, ἀλλὰ οὔτε τὰ μάτια του νὰ σηκώσῃ ἐπάνω πρὸς τὸν οὐρανόν. Ἀλλ’ ἐκτύπα συνεχῶς τὸ στῆθος του, ποὺ περιέκλειε τὴν ἁμαρτωλὴν καὶ ἀκάθαρτον καρδίαν του, καὶ ἔλεγεν· Ὦ Κύριε καὶ Θεέ, σπλαγχνίσου με καὶ συγχώρησέ με τὸν ἁμαρτωλόν. 14 Σᾶς βεβαιῶ, ὅτι αὐτὸς ὁ περιφρονημένος τελώνης κατέβη ἀπὸ τὸ ἱερὸν εἰς τὸ σπίτι του ἀθωωμένος καὶ δίκαιος ἐνώπιον τοῦ Θεοῦ καὶ ὄχι ὁ Φαρισαῖος ἐκεῖνος. Ἐδικαιώθη δὲ ὁ τελώνης καὶ κατεκρίθη ὁ Φαρισαῖος, διότι καθένας ποὺ ὑψώνει τὸν ἑαυτόν του, θὰ ταπεινωθῇ ἀπὸ τὸν Θεὸν καὶ θὰ κατακριθῇ· ἐκεῖνος δέ, ποὺ ταπεινώνει τὸν ἑαυτόν του, θὰ ὑψωθῇ καὶ θὰ τιμηθῇ ἀπὸ τὸν Θεόν.

Σάββατο 24 Ιανουαρίου 2026

Αναγνώσματα Κυριακής

Κυριακή, 25 Ιανουαρίου 2026

Άγιος Γρηγόριος ο Θεολόγος, Όσιος Πούπλιος, Άγιος Αυξέντιος ο Νεομάρτυρας† ΚΥΡΙΑΚΗ ΙΕ´ Λουκᾶ - Ὁ Ζακχαῖος σώζεται. † Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου (Ναζιανζηνοῦ) (†390), Καστίνου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.


📍Ἀπόστολος

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Ζ´ 26 - 28

26 Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, 27 ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. 28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Η´ 1 - 21 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.


📍Ευαγγέλιο 

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΘ´ 1 - 10

1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ· 2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, 3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4 καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι δι’ ἐκείνης ἤμελλε διέρχεσθαι. 5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν καὶ εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. 8 σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. 9 εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.


📍 Ερμηνεία Ευαγγελίου 

Καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὴν Ἱεριχῶ, διέβαινε τὴν πόλιν. 2 Καὶ ἰδοὺ ὑπῆρχεν ἐκεῖ ἕνας ἄνθρωπος, ποὺ ἐκαλεῖτο Ζακχαῖος· καὶ αὐτὸς ἦτο ἀρχιτελώνης καὶ πολὺ πλούσιος. 3 Καὶ ἐζήτει νὰ ἴδῃ τὸν Ἰησοῦν ποῖος εἶναι, καὶ δὲν ἠμποροῦσεν ἀπὸ τὴν συρροὴν τοῦ λαοῦ, διότι ἦτο κοντὸς κατὰ τὸ ἀνάστημα καὶ ἐσκεπάζετο ἀπὸ τὸ πλῆθος. 4 Καὶ ἀφοῦ ἔτρεξεν ἐμπρὸς ἀπὸ ἐκείνους, ποὺ ἀκολουθοῦσαν τὸν Ἰησοῦν, ἀνέβη σὰν νὰ ἦτο μικρὸ παιδὶ εἰς μίαν σοκομορέαν διὰ νὰ τὸν ἴδη, διότι ἀπὸ τὸν δρόμον ἐκεῖνον, εἰς τὸν ὁποῖον εὑρίσκετο τὸ δένδρον αὐτό, ἔμελλε νὰ διέλθῃ ὁ Ἰησοῦς. 5 Καὶ εὐθὺς ὡς ἦλθεν ὁ Ἰησοῦς εἰς τὸν τόπον αὐτόν, ἐσήκωσε τὰ μάτια του καὶ τὸν εἶδε, καὶ χωρὶς νὰ τὸν γνωρίζῃ ἀπὸ παλαιότερα, τὸν ἐφώναξε μὲ τὸ ὄνομά του καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, κατέβα γρήγορα, διότι σήμερον πρέπει ἐγὼ σύμφωνα μὲ τὴν θείαν βουλήν, ποὺ παρασκευάζει τὴν σωτηρίαν σου, νὰ μείνω εἰς τὸ σπίτι σου. 6 Καὶ κατέβη ὁ Ζακχαῖος γρήγορα καὶ τὸν ὑπεδέχθη εἰς τὸ σπίτι του μὲ χαράν. 7 Καὶ ὅταν εἶδαν, ὅτι ὁ Ἰησοῦς ἐπροτίμησε τὸ σπίτι τοῦ Ζακχαίου, ἐμουρμούριζαν ὅλοι μεταξύ των μὲ ἀγανάκτησιν καὶ περιφρόνησιν κατὰ τοῦ Ἰησοῦ καὶ ἔλεγαν, ὅτι εἰς τὸ σπίτι ἀνθρώπου ἁμαρτωλοῦ ἐμβῆκε νὰ μείνῃ καὶ νὰ ἀναπαυθῇ. 8 Ἐστάθη δὲ ὁ Ζακχαῖος ἐμπρὸς εἰς τὸν Κύριον καὶ εἶπε πρὸς αὐτόν· Ἰδοὺ τὰ μισὰ ἀπὸ τὰ ὑπάρχοντά μου, Κύριε, τὰ δίδω ἐλεημοσύνην εἰς τοὺς πτωχούς. Καὶ ἐὰν τυχὸν ὡς τελώνης μετεχειρίσθην συκοφαντίαν καὶ ψευδεῖς καταγγελίας καὶ ἀναφορὰς διὰ νὰ ἀδικήσω καὶ καταχρασθῶ κανένα εἰς τίποτε, τοῦ τὸ γυρίζω πίσω τετραπλάσιον. 9 Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς, ὅτι σήμερον εἰς τὸ σπίτι αὐτό, τόσον εἰς τὸν οἰκοδεσπότην, ὅσον καὶ εἰς τοὺς οἰκιακούς του, συνετελέσθη διὰ τῆς ἐπισκέψεώς μου σωτηρία. Ἐπεβάλλετο δὲ νὰ σωθῇ καὶ ὁ ἀρχιτελώνης οὗτος, διότι καὶ αὐτὸς ἐξ ἴσου πρὸς σᾶς, ποὺ γογγύζετε, εἶναι υἱὸς καὶ ἀπόγονος τοῦ Ἀβραάμ, εἰς τὸν ὁποῖον ἔχει δοθῇ ἀπὸ τὸν Θεὸν ἡ ἐπαγγελία τῆς σωτηρίας. 10 Ἔπρεπε δὲ νὰ συντελέσω ἐγὼ εἰς τὴν σωτηρίαν αὐτήν, διότι ὁ υἱὸς τοῦ ἀνθρώπου ἦλθεν ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν, διὰ νὰ ζητήσῃ καὶ σώσῃ τὸ ὡς ἄλλο χαμένον πρόβατον κινδυνεῦον νὰ ἀποθάνῃ ἐν τῇ ἁμαρτίᾳ σύνολον τῆς ἀνθρωπότητος.

Σάββατο 20 Δεκεμβρίου 2025

Αναγνώσματα Κυριακής

 


Κυριακή, 21 Δεκεμβρίου 2025

Κυριακή προ της Χριστού γεννήσεως, Αγία Ιουλιανή, Άγιος Θεμιστοκλής† ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ. «Μνήμη πάντων τῶν ἀπ᾿ αἰῶνος Θεῷ εὐαρεστησάντων ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς ὑπεραγίας Θεοτόκου· ὁμοίως καὶ τῶν προφητῶν καὶ προφητίδων, ἐξαιρέτως δὲ τοῦ προφήτου Δανιὴλ (560 π.Χ.) καὶ τῶν ἁγίων τριῶν παίδων». Ἰουλιανῆς καὶ τῶν σὺν αὐτῇ 500 μαρτύρων (†304). Θεμιστοκλέους μάρτυρος (†251).


🏵️Ἀπόστολος

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 9 - 10

9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 32 - 4032 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.


🏵️Ευαγγέλιο 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Α´ 1 - 25

1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. 2 Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, 4 Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, 6 Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, 8 Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, 9 Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, 10 Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, 11 Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, 13 Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, 14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, 15 Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, 16 Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός. 24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.


🏵️Ερμηνεία Ευαγγελίου 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Α´ 1 - 25

1 Κατάλογος γενεαλογικός, εἰς τὸν ὁποῖον καταφαίνεται πόθεν κατάγεται ὁ Ἰησοῦς Χριστός, ὁ ἀπόγονος τοῦ Δαβίδ, ὁ ὁποῖος πάλιν ἦτο ἀπόγονος τοῦ Ἀβραάμ 2 Ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ὁ Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφούς του, 3 ὁ Ἰούδας δὲ ἐγέννησε διδύμους τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἀπὸ τὴν νύμφην του Θάμαρ, ὁ Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, ὁ Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, 4 ὁ Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, ὁ Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, ὁ Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, 5 ὁ Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἀπὸ τὴν Ραχὰβ τὴν πόρνην, ἡ ὁποία ἐδέχθη εἰς Ἱεριχὼ καὶ ἐφυγάδευσε σῴους τοὺς κατασκόπους τοῦ Ἰησοῦ τοῦ Ναυῆ· ὁ Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, ἡ ὁποία ὡς προσήλυτος Μωαβῖτις κατήγετο ἐξ ἔθνους πολὺ μισητοῦ εἰς τοὺς Ἑβραίους, ὁ Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, 6 ὁ Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαβὶδ τὸν βασιλέα.Δαβὶδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἀπὸ τὴν γυναῖκα ποὺ ὑπῆρξε σύζυγος τοῦ Οὐρίου, διὰ νὰ καταφαίνεται ὄχι μόνον ἀπὸ τὰς περιπτώσεις τῆς Θάμαρ καὶ τῆς Ραχάβ, ἀλλὰ καὶ ἀπὸ τὸ ὀλίσθημα αὐτὸ τοῦ Δαβίδ, ὅτι ἡ ἁμαρτία εἶχεν εἰσχωρήσει καὶ εἰς αὐτοὺς τοὺς προγόνους τοῦ Μεσσίου. 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, ὁ Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, ὁ Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, 8 ὁ Ἀσὰ δὲ ἀπέκτησε τρισέγγονον τὸν Ἰωσαφάτ, ὁ Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, ὁ Ἰωρὰμ δὲ ἀπέκτησε τρισέγγονον τὸν Ὀζίαν, 9 ὁ Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, ὁ Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, ὁ Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, 10 ὁ Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, ὁ Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, ὁ Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, 11 ὁ Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰωαχίμ ἢ Ἰεχονίαν καὶ τοὺς ἀδελφούς του κατὰ τοὺς χρόνους, κατὰ τοὺς ὁποίους συνέπεσεν ἡ αἰχμαλωσία τῶν Ἰουδαίων εἰς τὴν Βαβυλῶνα. 12 Ὅταν δὲ οἰ Ἰουδαῖοι μετεφέρθησαν ὡς αἰχμάλωτοι εἰς τὴν Βαβυλῶνα, ὁ Ἰεχονίας ἐγέννησε ἐκεῖ τὸν Σαλαθιήλ, ὁ Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, 13 τοῦ Ζοροβάβελ δὲ ἀπόγονος ὑπῆρξεν ὁ Ἀβιούδ, ὁ Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, ὁ Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, 14 ὀ Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, ὁ Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, ὁ Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, 15 ὁ Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, ὁ Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, 16 ὁ Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ, τὸν ἀρραβωνιαστικὸν τῆς Μαρίας.Κατήγετο δὲ καὶ ἡ Μαρία ἀπὸ τὸ αὐτὸ γένος ἀπὸ τὸ ὁποῖον καὶ ὁ Ἰωσήφ.Ἐκ τῆς Μαρίας δὲ αὐτῆς, ἡ ὁποία ἦτο ἀπόγονος τοῦ Δαβὶδ καὶ τοῦ Ἀβραάμ, ἐγεννήθη ὁ Ἰησοῦς, ποῦ ἐπονομάζεται Χριστός. 17 Σύμφωνα λοιπὸν μὲ τὸν ἀνωτέρω κατάλογον ὅλαι αἱ γενεαί, ὅσαι ἔζησαν ἀπὸ τὸν Ἀβραὰμ μέχρι τοῦ Δαβίδ, καθὼς ἀριθμοῦνται ἀπὸ τοὺς συντάκτας τοῦ καταλόγου, εἶναι γενεαὶ δεκατέσσαρες· καὶ αἱ γενεαὶ ἀπὸ τοῦ Δαβὶδ μέχρι τῆς ἐποχῆς, ποὺ οἱ Ἰουδαῖοι μετοίκησαν ὡς αἰχμάλωτοι εἰς τὴν Βαβυλῶνα, εἶναι γενεαὶ δεκατέσσαρες· καὶ αἱ γενεαί, ποῦ ἔζησαν ἀπὸ τὴν ἐποχὴν τῆς μετοικήσεως τῶν Ἰουδαίων εἰς Βαβυλῶνα μέχρι τῶν χρόνων τοῦ Χριστοῦ, εἶναι γενεαὶ δεκατέσσαρες. 18 Ἡ γέννησις δὲ τοῦ Ἰησοῦ Χριστοῦ ἔγινε κατὰ τὸν ἀκόλουθον ὑπερφυσικὸν καὶ πρωτοφανῆ τρόπον.Ὅταν δηλαδὴ ἡ μήτηρ του Μαρία ἠρραβωνίσθη μὲ τὸν Ἰωσήφ, προτοῦ νὰσυγκατοικήσουν ὡς σύζυγοι, εὑρέθη ἡ Μαρία ἔγκυος διὰ δημιουργικῆς ἐπενεργείας τοῦ Ἁγίου Πνεύματος. 19 Ὁ Ἰωσὴφ δὲ ὁ ἀρραβωνιαστικός της, ὅταν ἀντελήφθη τὴν ἐγκυμοσύνην, ἐπειδὴ ἧτο ἐνάρετος καὶ ἀγαθὸς καὶ δὲν ἤθελε νὰ τὴν διαπομπεύσῃ πρὸς δημόσιον παραδειγματισμόν, ἐσκέφθη νὰ τῆς δώσῃ διαζύγιον μυστικά. 20 Ὅταν ὅμως αὐτὸς ἐσυλλογίσθη αὐτά, ἰδοὺ ἕνας ἄγγελος τοῦ Κυρίου τοῦ ἐφάνη εἰς τὸ ὄνειρόν του καὶ τοῦ εἶπεν· Ἰωσήφ, ἀπόγονε τοῦ Δαβίδ, μὴ δοκιμάσῃς κανένα δισταγμὸν καὶ φόβον διὰ νὰ παραλάβῃς εἰς τὸν οἶκον σου τὴν Μαριὰμ τὴν μνηστήν σου· διότι ἐκεῖνο, ποῦ ἐγεννήθη μέσα της, προέρχεται ἐκ δημιουργικῆς ἐπενεργείας τοῦ Ἁγίου Πνεύματος. 21 Θὰ γεννήσῃ δὲ υἱὸν καὶ σύ, ποὺ ἀπὸ τὸν νόμον τὸν Μωσαϊκὸν ἀναγνωρίζεσαι προστάτης καὶ πατέρας του, θὰ καλέσῃς τὸ ὄνομά του Ἰησοῦν, τὸ ὁποῖον εἰς τὴν ἑλληνικὴν μεταφράζεται σωτήρ.Καὶ θὰ τοῦ δώσῃς αὐτὸ τὸ ὄνομα, διότι αὐτὸς θὰ σώσῃ ἀπὸ τὰς ἁμαρτίας του τὸν νέον Ἰσραήλ, ποὺ θὰ τὸν πιστεύσῃ ὡς σωτῆρα καὶ θὰ γίνῃ μὲ τὴν πίστιν αὐτὴν ὁ πραγματικὸς λαός του. 22 Ὅλον δὲ τὸ θαῦμα αὐτὸ τῆς ὑπερφυσικῆς συλλήψεως τῆς Παρθένου ἔγινε, διὰ νὰ λάβῃ πλήρη πραγματοποίησιν καὶ ἐπαλήθευσιν ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ μέσου τοῦ προφήτου Ἡσαΐου, ὁ ὁποῖος εἶπε πολλοὺς αἰῶνας προτήτερα. 23 Ἰδοὺ ἡ παρθένος, ποὺ δὲν ἐγνώρισεν ἄνδρα, θὰ συλλάβῃ καὶ θὰ γεννήσῃ υἱὸν καὶ ὅσοι θὰ πιστεύουν εἰς αὐτόν, θὰ τὸν ὀνομάσουν Ἐμμανουήλ, ὄνομα ἑβραϊκόν, ποὺ μεταφράζεται ἑλληνικά.Ὁ Θεὸς εἶναι μαζί μας. 24 Ὅταν δὲ ὁ Ἰωσὴφ ἐσηκώθη ἀπὸ τὸν ὕπνον, ἔκαμε καθὼς τὸν διέταξεν ὁ ἄγγελος τοῦ Κυρίου.Καὶ παρέλαβεν εἰς τὸν οἶκον του τὴν μνηστήν του, 25 καὶ δὲν ἦλθεν εἰς σχέσιν συζυγικὴν μαζί της ποτέ, ἄρα δὲ καὶ ἕως ὅτου ἐγέννησε τὸν πρῶτον καὶ μονάκριβον υἱόν της, καὶ ἐκάλεσεν ὁ Ἰωσὴφ τὸ ὄνομά του Ἰησοῦν.

Σάββατο 15 Νοεμβρίου 2025

Αναγνώσματα Κυριακής

 


Κυριακή, 16 Νοεμβρίου 2025

Άγιος Ματθαίος Απόστολος και Ευαγγελιστής† ΚΥΡΙΑΚΗ ΚΓ΄. † Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β΄, ἑωθινὸν α΄.

📌Ἀπόστολος

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ι´ 11 - 21

11 λέγει γὰρ ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. 14 πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; 15 πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! 16 Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. 18 ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 19 ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ; πρῶτος Μωϋσῆς λέγει· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. 21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΑ´ 1 - 21 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. 2 οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ λέγων;,

📌 Ευαγγέλιο 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 9 - 13

9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12 ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν.

📌 Ερμηνεία Ευαγγελίου 

9 Τὸ ὅτι δὲ ἐθεράπευε καὶ τὰς ψυχὰς ὁ Κύριος, τὸ ἔδειξε καὶ πάλιν ὑστέρα ἀπὸ ὀλίγον.Σὰν ἔφυγε δηλαδὴ ἀπ’ ἐκεῖ καὶ διέβαινε πλησίον τῆς λίμνης, εἶδεν ὁ Ἰησοῦς ἕνα ἄνθρωπον, ποὺ ἐκάθητο εἰς τὴν τράπεζαν τῆς εἰσπράξεως τῶν φόρων καὶ ὁ ὁποῖος τώρα ὀνομάζεται Ματθαῖος.Καὶ εἰς τὸν τελώνην αὐτὸν λέγει ὁ Ἰησοῦς· Ἀκολούθει με.Καὶ ἐκεῖνος ἐσηκώθη καὶ τὸν ἠκολούθησε. 10 Καὶ συνέβη, ὅταν αὐτὸς εἶχε γείρει εἰς τὴν τράπεζαν καὶ ἔτρωγεν εἰς τὸ σπίτι τοῦ Ματθαίου, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἦλθαν καὶ ἐκάθηντο μαζὶ μὲ τὸν Ἰησοῦν καὶ τοὺς μαθητάς του. 11 Καὶ ὅταν εἶδαν αὐτὸ οἱ Φαρισαῖοι, εἶπαν εἰς τοὺς μαθητάς του.Διατὶ ὁ Διδάσκαλός σας τρώγει μαζὶ μὲ τοὺς τελώνας καὶ τοὺς ἁμαρτωλούς; 12 Ὁ Ἰησοῦς δέ, ὅταν ἤκουσε τοὺς λόγους τούτους, εἶπε πρὸς αὐτούς· Δὲν ἔχουν ἀνάγκην ἰατροῦ οἱ ὑγιεῖς, ἀλλ’ ἐκεῖνοι, ποὺ δὲν εἶναι καλὰ εἰς τὴν ὑγείαν τους καὶ εἶναι ἄρρωστοι. 13 Πηγαίνετε δὲ νὰ μάθετε, τί σημαίνει ἐκεῖνο, ποὺ εἶπεν ὁ προφήτης Ὡσηέ· Θέλω ἔλεος καὶ συμπάθειαν καὶ ὅχι ἐξωτερικὴν θυσίαν, ποὺ δὲν ἐμψυχώνεται ἀπὸ ἐσωτερικὴν ἀγαθὴν διάθεσιν καὶ εὐσπλαγχνίαν.Ἐγὼ ἠξεύρω τι κάνω.Διότι δὲν ἦλθα ἀπὸ τὸν οὐρανὸν διὰ νὰ καλέσω ἐκείνους, ποὺ νομίζουν τοὺς ἑαυτούς των δικαίους, ἀλλ’ ἦλθα νὰ καλέσω τοὺς ἁμαρτωλούς, διὰ νὰ μετανοήσουν καὶ νὰ σωθοῦν.

Σάββατο 8 Νοεμβρίου 2025

Αναγνώσματα Κυριακής


 

Κυριακή, 09 Νοεμβρίου 2025

Άγιος Νεκτάριος Μητροπολίτης Πενταπόλεως Αιγύπτου, Άγιοι Ονησιφόρος και Πορφύριος, Οσία Ματρώνα, Οσία Θεοκτίστη η Λέσβια† ΚΥΡΙΑΚΗ ΚΒ΄ (Ζ΄ ΛΟΥΚΑ). ᾿Ονησιφόρου μάρτυρος (γ΄-δ΄ αἰ.), Ματρώνης ὁσίας. Θεοκτίστης τῆς Λεσβίας (†889), Νεκταρίου Πενταπόλεως τοῦ ἐν Αἰγίνῃ (†1920).


📌Ἀπόστολος

ΠΡΟΣ ΓΑΛΑΤΑΣ Ϛ´ 11 - 18

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13 οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. 15 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. 17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. 18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.


📌Ευαγγέλιο 

ΚΑΤΑ ΛΟΥΚΑΝ Η´ 41 - 56

41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. 49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. 55 καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.


📌 Ερμηνεία Ευαγγελίου 

41 Καὶ ἰδοὺ ἦλθεν εἰς τὸν Ἰησοῦν κάποιος ἄνθρωπος, ποὺ ὠνομάζετο Ἰάειρος. Καὶ ἦτο αὐτὸς ἄρχων τῆς συναγωγῆς. Καὶ ἀφοῦ ἔπεσε γονατιστὸς πλησίον τῶν ποδῶν τοῦ Ἰησοῦ, τὸν παρεκάλει νὰ ἔμβῃ εἰς τὸν οἶκον του· 42 διότι εἶχε κόρην μονάκριβον περίπου δώδεκα χρόνων, καὶ αὐτὴ ἦτο εἰς τὰ τελευταῖα της καὶ ἐπέθαινεν. Ὅταν δὲ ὁ Ἰησοῦς ἐπήγαινε εἰς τὸ σπίτι τοῦ Ἰαείρου, τὰ πλήθη τοῦ λαοῦ τὸν ἐστενοχώρουν καὶ τὸν ἐπίεζον. 43 Καὶ μία γυναῖκα, ποὺ ὑπέφερεν ἀπὸ αἱμορραγίαν πρὸ δώδεκα ἐτῶν, ἡ ὁποία μαζὶ μὲ τὰ ἄλλα βάσανα τῆς ἀσθενείας εἶχεν ἐξοδεύσει ὅλην τὴν περιουσίαν της εἰς ἰατροὺς καὶ δὲν ἠδυνήθη νὰ θεραπευθῇ ἀπὸ κανένα, 44 ἀφοῦ ἐπλησίασεν ἀπὸ πίσω τὸν Ἰησοῦν, ὥστε νὰ μὴ τὴν ἀντιληφθῇ κανείς, ἐπειδὴ ἐντρέπετο νὰ γίνῃ φανερὸν τὸ νόσημά της, ἤγγισε τὸ ἄκρον τοῦ ἐξωτερικοῦ ἐνδύματός του καὶ παρευθὺς ἐσταμάτησεν ἡ αἱμορραγία της. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς· Ποῖος εἶναι ἐκεῖνος, ποὺ μὲ ἤγγισεν; Ἐπειδὴ δὲ ὅλοι οἱ τριγύρω ἠρνοῦντο, εἶπεν ὁ Πέτρος καὶ οἱ ἄλλοι μαθηταί, ποὺ ἦσαν μαζί του· Διδάσκαλε, τὰ πλήθη τοῦ λαοῦ σὲ περιεκύκλωσαν καὶ σὲ πιέζουν· καὶ σὺ λέγεις· Ποῖος μὲ ἤγγισε; 46 Ὁ Ἰησοῦς ὅμως εἶπε· Κάποιος μὲ ἤγγισε. Διότι ἐγὼ ἐκατάλαβα, ὅτι ἐβγῆκεν ἀπὸ ἐπάνω μου δύναμις θαυματουργική. 47 Ὅταν δὲ εἶδεν ἡ γυναῖκα, ὅτι δὲν ἐκρύφθη καὶ δὲν ἐξέφυγεν ἀπὸ τὸν Ἰησοῦν αὐτὸ ποὺ ἔκαμεν, ἦλθε τρέμουσα ἀπὸ τὸν φόβον της καὶ ἀφοῦ ἔπεσε γονατιστὴ πρὸ αὐτοῦ, διηγήθη εἰς αὐτὸν ἐμπρὸς εἰς ὅλον τὸ πλῆθος τοῦ λαοῦ τὴν αἰτίαν, διὰ τὴν ὁποίαν τὸν ἤγγισε, καὶ πῶς ἐθεραπεύθη ἀμέσως. 48 Ὁ Ἰησοῦς δὲ τῆς εἶπεν· Ἔχε θάρρος, κόρη μου· ἡ πεποίθησις ποὺ εἶχες, ὅτι θὰ εὕρισκες τὴν ὑγείαν σου, ἐὰν μὲ ἤγγιζες, αὐτὴ ἡ πίστις σου σὲ ἔχει θεραπεύσει. Πήγαινε εἰς τὸ καλό, εἰρηνικὴ καὶ ἐλευθέρα ἀπὸ κάθε ἀνησυχίαν, ποὺ ἐδοκίμαζες προτήτερα ἐξ αἰτίας τῆς ἀσθενείας σου. 49 Ἐνῷ δὲ ὡμίλει ἀκόμη ὁ Ἰησοῦς, ἦλθε κάποιος ἀπὸ τὸ σπίτι τοῦ ἀρχισυναγώγου καὶ τοῦ εἶπεν ὅτι ἀπέθανεν ἡ κόρη σου μὴ βάζης πλέον εἰς κόπον καὶ ἐνόχλησιν τὸν Διδάσκαλον. 50 Ὁ Ἰησοῦς ὅμως, ὅταν ἤκουσε τὴν εἴδησιν αὐτήν, ἔδωκεν εἰς αὐτὸν τὴν ἀπάντησιν καὶ εἶπε· Μὴ φοβῆσαι, μόνον ἑξακολούθει νὰ πιστεύῃς καὶ θὰ σωθῇ ἀπὸ τὸν θάνατον ἡ κόρη σου. 51 Ὅταν δὲ ἦλθεν εἰς τὸ σπίτι τοῦ Ἰαείρου, δὲν ἀφῆκε νὰ ἔμβῃ κανεὶς ἄλλος εἰς τὸ δωμάτιον τῆς νεκρᾶς, παρὰ μόνον ὁ Πέτρος καὶ ὁ Ἰωάννης καὶ ὁ Ἰάκωβος καὶ ὁ πατέρας τοῦ κορασίου καὶ ἡ μητέρα. 52 Ἔκλαιον δὲ ὅλοι καὶ ἐκτυποῦσαν τὰ στήθη των καὶ τὰς κεφαλάς των διὰ τὴν νεκράν. Αὐτὸς δὲ τοὺς εἶπε· Μὴ κλαίετε· δὲν ἀπέθανεν, ἀλλὰ κοιμᾶται. 53 Καὶ τὸν περιγελοῦσαν, διότι ἦσαν βέβαιοι, ὅτι τὸ κοράσιον ἦτο πεθαμένον. 54 Αὐτὸς ὅμως, ἀφοῦ ἔβγαλεν ἔξω ὅλους καὶ ἔπιασε τὸ χέρι της, ἐφώναξε καὶ εἶπε· Κόρη, σήκω ἐπάνω. 55 Καὶ ἐπέστρεψεν εἰς τὸ σῶμα ἡ ψυχή της, καὶ ἀνεστήθη ἀμέσως· καὶ ὁ Ἰησοῦς διέταξε νὰ τῆς δοθῇ φαγητὸν νὰ φάγῃ διὰ νὰ ἀναλάβῃ δυνάμεις κατόπιν τῆς ἑξαντλήσεως, ποὺ τῆς εἶχε φέρει ἡ μακρὰ καὶ θανατηφόρος ἀσθένειά της. 56 Καὶ ἐκυριεύθησαν ἀπὸ βαθὺν καὶ μεγάλον θαυμασμὸν οἱ γονεῖς της. Ὁ δὲ Ἰησοῦς τοὺς παρήγγειλε νὰ μὴ εἶπουν εἰς κανένα τὸ γεγονός, διὰ νὰ μὴ ἐρεθίζεται ὁ φθόνος τῶν ἐχθρῶν του.

Σάββατο 18 Οκτωβρίου 2025

Αναγνώσματα Κυριακής

 

Κυριακή, 19 Οκτωβρίου 2025

Προφήτης Ιωήλ, Οσία Κλεοπάτρα, Άγιος Σαδώθ ο επίσκοπος και οι Εκατόν είκοσι Μάρτυρες από την Περσία† ΚΥΡΙΑΚΗ ΙΘ΄ (Γ΄ ΛΟΥΚΑ). Ἰωὴλ προφήτου (630 π.Χ.), Οὐάρου μάρτυρος (†307).


📍Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' ΙΑ´ 31 - 33

31 Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' ΙΒ´ 1 - 9

1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 2 Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. 7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ· 9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.


📍Ευαγγέλιο 

ΚΑΤΑ ΛΟΥΚΑΝ Ζ´ 11 - 16

11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε· 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες ὅτι Προφήτης μέγας ἠγήγερται ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. 


📍 Ερμηνεία Ευαγγελίου 

ΚΑΤΑ ΛΟΥΚΑΝ Ζ´ 11 - 16

11 Καὶ εἰς τὸν κατόπιν χρόνον συνέβη νὰ πηγαίνη ὁ Ἰησοῦς εἰς καποίαν πόλιν, ποὺ ἐλέγετο Ναΐν. Καὶ ἐπήγαιναν μαζί του οἱ μαθηταί του, οἱ ὁποῖοι ἦσαν ἀρκετοί, καὶ πλῆθος λαοῦ πολύ. 12 Μόλις δὲ ἐπλησίασεν εἰς τὴν πύλην τῆς πόλεως, καὶ ἰδοὺ ἔβγαζαν ἔξω ἕνα πεθαμένον, ποὺ ἦτο μονάκριβος υἱὸς εἰς τὴν μητέρα του, καὶ αὐτὴ ἦτο χήρα μὴ ἔχουσα κανένα ἄλλον προστάτην. Καὶ λαὸς πολὺς ἀπὸ τὴν πόλιν ἦτο μαζὶ μὲ αὐτὴν παρακολουθῶν μὲ πολλὴν συμπάθειαν τὴν κηδείαν. 13 Καὶ ὅταν τὴν εἶδεν ὁ Ἰησοῦς, τὴν ἐλυπήθη, καὶ βέβαιος περὶ τοῦ ὅτι μετ’ ὀλίγον ὁ υἱός της θὰ ἀνεσταίνετο, τῆς εἶπε· Μὴν κλαῖς. 14 Καὶ ἀφοῦ ἐπλησίασεν, ἤγγισε τὸ φέρετρον. Ἐκεῖνοι δὲ ποὺ τὸ ἐβάσταζαν, ἐστάθησαν. Καὶ εἶπεν ὁ Ἰησοῦς· Νεανίσκε, εἰς σὲ ὁμιλῶ· σήκω. 15 Καὶ ὁ νεκρὸς ἀνεσηκώθη καὶ ἐκάθησε ζωντανὸς ἐπὶ τοῦ φερέτρου καὶ ἤρχισε νὰ ὁμιλῇ. Καὶ ὁ Ἰησοῦς τότε τὸν ἔδωκεν εἰς τὴν μητέρα του. 16 Ἐκυρίευσε δὲ φόβος ὅλους, διότι ᾐσθάνοντο τὴν παρουσίαν θείας δυνάμεως ἐν μέσῳ τῆς ἁμαρτωλότητος καὶ ἀναξιότητος αὐτῶν. Καὶ ἐδόξαζαν τὸν Θεὸν καὶ ἔλεγαν, ὅτι προφήτης μεγάλος ἀνεφάνη μεταξύ μας καὶ ὅτι ὁ Θεὸς ἐπεσκέφθη τὸν λαόν του διὰ νὰ προστατεύσῃ αὐτόν.

Σάββατο 27 Σεπτεμβρίου 2025

Αναγνώσματα Κυριακής

 


Κυριακή, 28 Σεπτεμβρίου 2025

Όσιος Χαρίτων ο Ομολογητής, Προφήτης Βαρούχ ο Δίκαιος, Όσιος Αυξέντιος ο Μοναχός, που ασκήτευσε στην Κύπρο, Εύρεσις Ιερών Λειψάνων οσίου Νεοφύτου του εν Κύπρω Εγκλείστου† ΚΥΡΙΑΚΗ ΙϚ΄ (Α΄ ΛΟΥΚΑ). Χαρίτωνος ὁμολογητοῦ (†350). Βαροὺχ προφήτου (600 π.Χ.).

📍Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ϛ´ 1 - 10

1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· 2 - λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας - 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, 4 ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

📍Ευαγγέλιο 

ΚΑΤΑ ΛΟΥΚΑΝ Ε´ 1 - 11

1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

📍Ερμηνεία Ευαγγελίου 

ΚΑΤΑ ΛΟΥΚΑΝ Ε´ 1 - 11

1 Ενῷ δὲ τὰ πλήθη τοῦ λαοῦ τὸν ἐπίεζαν καὶ τὸν ἐστρίμωναν διὰ νὰ ἀκούουν τὸν λόγον τοῦ Θεοῦ, συνέβη νὰ στέκεται αὐτὸς πλησίον τῆς λίμνης Γεννησαρέτ. 2 Καὶ εἶδε δύο μικρὰ πλοῖα ἀραγμένα πλησίον τῆς λίμνης· οἱ ψαράδες δὲ εἶχαν βγῆ ἀπ’ αὐτὰ εἰς τὴν παραλίαν καὶ ἐπλεναν τὰ δίκτυα. 3 Ἀφοῦ δὲ ἐμβῆκεν εἰς ἐν ἀπὸ τὰ πλοῖα αὐτά, τὸ ὁποῖον ἦτο τοῦ Σίμωνος, παρεκάλεσεν αὐτὸν νὰ τὸ προχωρήσῃ ὀλίγον καὶ εἰς μικρὰν ἀπόστασιν ἀπὸ τὴν ξηράν. Καὶ ἀφοῦ ἐκάθισεν ἐδίδασκεν ἀπὸ μέσα ἀπὸ τὸ πλοῖον τὰ πλήθη τοῦ λαοῦ, ποὺ εὑρίσκοντο εἰς τὴν παραλίαν. 4 Ὅταν δὲ ἔπαυσε νὰ ὁμιλῇ, εἶπε πρὸς τὸν Σίμωνα· Φέρε πάλιν τὸ πλοῖον εἰς τὰ βαθειὰ νερὰ τῆς λίμνης καὶ ρίψατε τὰ δίκτυά σας διὰ νὰ πιάσετε ψάρια. 5 Καὶ ὁ Σίμων ἀπεκρίθη καὶ τοῦ εἶπε· Διδάσκαλε, ὅλην τὴν νύκτα ἐκοπιάσαμεν ρίπτοντες τὰ δίκτυα καὶ δὲν ἐπιάσαμεν τίποτε. Ἀλλ’ ἀφοῦ τὸ διατάσσεις, μὲ τελείαν πεποίθησιν καὶ ὑπακοὴν εἰς τὸν λόγον σου θὰ ρίψω τὸ δίκτυον. 6 Καὶ ἀφοῦ ἔκαμαν αὐτό, ἔκλεισαν μέσα εἰς τὸ δίκτυον πλῆθος πολὺ ψάρια. Καὶ ἤρχισε νὰ σπάζῃ τὸ δίκτυόν τους, ἐπειδὴ δὲν άντεῖχεν εἰς τὸ βάρος τοῦ πλήθους τῶν ψαριῶν. 7 Καὶ προσεκάλεσαν μὲ νεύματα τοὺς συνεταίρους των, ποὺ ἦσαν εἰς τὸ ἄλλο πλοῖον, νὰ ἔλθουν καὶ νὰ πιάσουν μαζὶ μὲ αὐτοὺς τὰ δίκτυα καὶ νὰ τοὺς βοηθήσουν διὰ νὰ τὰ σύρουν ἐπάνω. Καὶ ἦλθον καὶ ἐγέμισαν καὶ τὰ δύο πλοῖα τόσον πολύ, ὥστε ἀπὸ τὸ βάρος τῶν ψαριῶν ἐκινδύνευαν ταῦτα νὰ βυθισθοῦν. 8 Ὅταν δὲ εἶδεν ὁ Σίμων Πέτρος τὸ πρωτοφανὲς αὐτὸ καὶ ἀνέλπιστον πλῆθος τῶν ψαριῶν, ἔπεσε κάτω εἰς τὰ γόνατα τοῦ Ἰησοῦ καὶ εἶπεν· Ἔβγα ἀπὸ τὸ πλοῖον μου καὶ φύγε ἀπὸ ἐμέ, Κύριε, διότι εἶμαι ἄνθρωπος ἁμαρτωλός, καὶ δὲν εἶμαι ἄξιος νὰ σὲ ἔχω εἰς τὸ πλοῖον μου. 9 Καὶ εἶπε τοὺς λόγους αὐτοὺς ὁ Πέτρος, διότι μεγάλη ἔκπληξις κατέλαβε καὶ αὐτὸν καὶ ὅλους ἐκείνους ποὺ ἦσαν μαζί του, διὰ τὴν πρωτοφανῆ σύλληψιν τῶν ψαριῶν, τὰ ὁποῖα εἶχαν πιάσει, καὶ ἡ ὁποία μόνον ἀπὸ παρέμβασιν τῆς θείας δυνάμεως ἠδύνατο νὰ ἐξηγηθῇ. 10 Ὁμοίως δὲ κατέλαβεν ἔκπληξις καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην τοὺς υἱοὺς τοῦ Ζεβεδαίου, οἱ ὁποῖοι ἦσαν συνεταῖροι τοῦ Σίμωνος. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβεῖσαι· ἀπὸ τώρα, ποὺ σὲ καλῶ νὰ γίνῃς ἀπόστολός μου, θὰ ἑξακολουθῇς νὰ πιάνῃς ζωντανοὺς ὄχι ψάρια, ἀλλὰ ἀνθρώπους, τοὺς ὁποίους διὰ τοῦ κηρύγματός σου θὰ ὁδηγῇς εἰς τὴν σωτηρίαν. 11 Καὶ ἀφοῦ ἐπανέφεραν τὰ πλοῖα εἰς τὴν ξηράν, ἀφῆκαν τὰ πάντα, καὶ ψάρια δηλαδὴ καὶ δίκτυα καὶ πλοῖα, καὶ τὸν ἠκολούθησαν.

Σάββατο 20 Σεπτεμβρίου 2025

Αναγνώσματα Κυριακής

Κυριακή, 21 Σεπτεμβρίου 2025


Άγιος Κοδράτος ο Απόστολος «ὁ ἐν Μαγνησίᾳ», Προφήτης Ιωνάς† ΚΥΡΙΑΚΗ μετὰ τὴν Ὕψωσιν. Ἀπόδοσις τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτυρος ἐπισκόπου Ἀθηνῶν (†130)· Ἰωνᾶ προφήτου (880 π.Χ.).

📍Ἀπόστολος

ΠΡΟΣ ΓΑΛΑΤΑΣ Β´ 16 - 20

16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.


📍 Ευαγγέλιο 

ΚΑΤΑ ΜΑΡΚΟΝ Η´ 34 - 38

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. 36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

ΚΑΤΑ ΜΑΡΚΟΝ Θ´ 1 - 1

1 Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες ὧδε τῶν ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.


📍 Ερμηνεία Ευαγγελίου 

ΚΑΤΑ ΜΑΡΚΟΝ Η´ 34 - 38

34 Καὶ ἀφοῦ προσεκάλεσε τὰ πλήθη τοῦ λαοῦ μαζὶ μὲ τοὺς μαθητάς του, εἶπεν εἰς αὐτούς· Ἐκεῖνος ποὺ θέλει νὰ γίνῃ ὀπαδός μου καὶ νὰ μὲ ἀκολουθῇ ὡς μαθητής μου, ἂς διακόψῃ κάθε φιλίαν καὶ σχέσιν πρὸς τὸν διεφθαρμένον ὑπὸ τῆς ἁμαρτίας ἑαυτόν του καὶ ἀς λάβῃ τὴν σταθερὰν ἀπόφασιν νὰ ὑποστῇ δ’ ἐμὲ ὄχι μόνον πᾶσαν θλῖψιν καὶ δοκιμασίαν, ἀλλὰ καὶ θάνατον σταυρικὸν ἀκόμη, καὶ τότε ἂς μὲ ἀκολουθῇ μιμούμενος τὸ παράδειγμά μου. 35 Μὴ διστάσῃ δὲ κανεὶς νὰ κάμῃ τὰς θυσίας αὐτάς. Διότι, ὅποιος θέλει νὰ σώσῃ τὴν ζωήν του, θὰ χάσῃ τὴν πνευματικὴν καὶ μακαρίαν καὶ αἰωνίαν ζωήν. Ὅποιος ὅμως χάσῃ καὶ θυσιάσῃ τὴν ζωήν του διὰ τὴν ὁμολογίαν καὶ ὑπακοήν του εἰς ἐμὲ καὶ τὸ εὐαγγέλιόν μου, αὐτὸς θὰ σώσῃ τὴν ψυχήν του ἐν τῷ μέλλοντι βίῳ, ὅπου θὰ κερδήσῃ τὴν αἰωνίαν μακαριότητα. 36 Ἐκείνη δὲ ἡ σωτηρία εἶναι τὸ πᾶν. Διότι τί θὰ ὠφελήσῃ τὸν ἄνθρωπον, ἐὰν κερδήσῃ ὅλον αὐτὸν τὸν ὑλικὸν κόσμον, καὶ εἰς τὸ τέλος χάσῃ τὴν ψυχήν του, ἡ ὁποία ὡς πνευματικὴ καὶ αἰώνια δὲν συγκρίνεται μὲ κανὲν ἀπὸ τὰ ὑλικὰ τοῦ φθαρτοῦ κόσμου ἀγαθά; 37 Ἢ ἐὰν ἕνας ἄνθρωπος χάσῃ τὴν ψυχήν του, τί θὰ δώσῃ ὡς ἀντάλλαγμα, μὲ τὸ ὁποῖον θὰ ἑξαγοράσῃ αὐτὴν ἀπὸ τὴν αἰωνίαν ἀπώλειαν; 38 Ὁρισμένως δὲ θὰ χάσῃ τὴν ψυχήν του ἐκεῖνος, ποὺ δὲν θὰ ὑποστῇ δ’ ἐμὲ τὰς θυσίας αὐτάς. Διότι ὁποιοσδήποτε ἐντραπῇ ἐμὲ καὶ τοὺς λόγους μου ἐπηρεαζόμενος ἀπὸ τὰς περιφρονήσεις καὶ τοὺς χλευασμοὺς τῶν ἀνθρώπων τῆς γενεᾶς αὐτῆς, ποὺ ἀπεστάτησεν ἀπὸ τὸν πνευματικόν της νυμφίον καὶ εἶναι ἁμαρτωλός, αὐτὸν θὰ τὸν ἐντραπῇ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ θὰ τὸν ἀποκηρύξῃ ὡς μὴ ἰδικόν του, ὅταν θὰ ἔλθῃ μὲ τοὺς ἁγίους ἀγγέλους περιβεβλημένος τὴν δόξαν τοῦ Πατρός του.

ΚΑΤΑ ΜΑΡΚΟΝ Θ´ 1 - 1

1 Καὶ ἔλεγεν εἰς αὐτούς· Σᾶς λέγω ἀληθινά, ὅτι ὑπάρχουν μερικοὶ ἀπὸ αὐτούς, ποὺ στέκονται ἔδω, οἱ ὁποῖοι δὲν θὰ δοκιμάσουν θάνατον, προτοῦ νὰ ἴδουν, μετὰ τὴν κάθοδον τοῦ Ἁγίου Πνεύματος, νὰ καταλύεται, μὲ τὴν καταστροφὴν τῶν Ἱεροσολύμων καὶ τοῦ ναοῦ των καὶ μὲ τὸν διασκορπισμὸν τοῦ Ἰσραήλ, ἡ Παλαιὰ θεία τάξις καὶ διαθήκη διὰ νὰ θεμελιωθῇ μὲ δύναμιν ἀκαταγώνιστον καὶ ὑπερφυσικὴν ἡ Νέα θεία τάξις ἐν τῷ κόσμῳ, τὴν ὁποίαν θὰ ἐκπροσωπῇ ἡ Ἐκκλησία ὡς ἄλλη βασιλεία τοῦ Θεοῦ ἐπὶ τῆς γῆς.