Σάββατο 13 Ιουνίου 2026

Αναγνώσματα Κυριακής


Κυριακή 14 Ιουνίου 2026

Σύναξη των Αγιορειτών Πατέρων, Προφήτης Ελισσαίος, Άγιος Μεθόδιος ο ομολογητής Πατριάρχης Κωνσταντινούπολης, Άγιος Κύριλλος Ιερομάρτυρας επίσκοπος Γορτύνης Κρήτης, Όσιος Νήφων ο Αθωνίτης† ΚΥΡΙΑΚΗ Β΄ ΜΑΤΘΑΙΟΥ. ᾿Ελισαίου τοῦ προφήτου (900 π.Χ.), Μεθοδίου Κωνσταντινουπόλεως τοῦ ὁμολογητοῦ (†847). Ἰουστίνου ὁσίου (Πόποβιτς) τοῦ ἐν Σερβίᾳ (†1979). Τῇ αὐτῇ Κυριακῇ μνήμη πάντων τῶν ἐν Ἁγίῳ Ὄρει διαλαμψάντων πατέρων, σύναξις πάντων τῶν ἐν Παλαιστίνῃ ἁγίων, πάντων τῶν ἐν Πάτμῳ ἁγίων, πάντων τῶν ἐν Λέσβῳ ἁγίων, τῶν ἐν τῇ Σκήτῃ Βεῤῥοίας ἁγίων, ἐν Σερβίοις (Κοζάνης) σύναξις τῆς ἁγίας βασιλίσσης Ἄρτης Θεοδώρας, καὶ ἐν Χίῳ σύναξις τῆς εἰκόνος τῆς Παναγίας τῆς καλουμένης Ἀρβανιτίσσης.

♦️ ἈΠΟΣΤΟΛΟΣ

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Β´ 10 - 16 10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 11 οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. 12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ


♦️ ΕΥΑΓΓΕΛΙΟ

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 18 - 23 18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. 19 καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.


♦️ ΕΡΜΗΝΕΊΑ ΕΥΑΓΓΕΛΙΟΥ 

18 Ἐνῷ δὲ ἐπεριπάτει πλησίον τῆς θαλάσσης τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, ποὺ μὲ τὸ ὄνομα, τὸ ὁποῖον τοῦ ἔδωκεν ὁ Κύριος, λέγεται Πέτρος, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφόν του, οἱ ὁποῖοι ἔρριπταν δίκτυον εἱς τὴν θάλασσαν, διότι ἦσαν ψαράδες. 19 Καὶ λέγει εἰς αὐτούς· Ἀκολουθήσατέ με καὶ θὰ σᾶς κάμω ἱκανοὺς νὰ ψαρεύετε ἀντὶ ψαριῶν ἀνθρώπους, τοὺς ὁποίους μὲ τὸ δίκτυον τοῦ κηρύγματος θὰ ἑλκύετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 20 Αὐτοὶ δὲ ἀμέσως ἄφησαν τὰ δίκτυα καὶ τὸν ἠκολούθησαν. 21 Καὶ ἀφοῦ ἐπροχώρησεν ἀπ’ ἐκεῖ, εἶδεν ἄλλους δύο ἀδελφούς, τὸν Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του, νὰ ἐτοιμάζουν τὰ δίκτυά τους μέσα εἰς τὸ πλοῖον μαζὶ μὲ τὸν πατέρα τους Ζεβεδαῖον.Καὶ τοὺς ἐκάλεσεν. 22 Αὐτοὶ δὲ παρευθὺς ἄφησαν τὸ πλοῖον καὶ τὸν πατέρα τους καὶ τὸν ἠκολούθησαν. 23 Καὶ περιώδευεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων εἰς τὰς συναγωγάς των, ὅπου κάθε Σάββατον ἐμαζεύοντο οἱ Ἑβραῖοι, διὰ νὰ ἀκούσουν τὴν ἀνάγνωσιν τῆς Ἁγίας Γραφῆς καὶ νὰ προσευχηθοῦν.Καὶ ἐκεῖ ἐκήρυττε τὸ χαρμόσυνον ἄγγελμα, ὅτι ἐπλησίαζεν ὁ χρόνος τῆς πνευματικῆς βασιλείας, ποὺ θὰ ἔφερεν εἰς τοὺς ἀνθρώπους τὴν ἀπολύτρωσιν καὶ χαράν· καὶ ἐθεράπευε κάθε εἶδος ἀσθένειαν καὶ ἀδιαθεσίαν μεταξὺ τοῦ λαοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου