Σάββατο 20 Ιουνίου 2020

Αναγνώσματα

Αναγνώσματα αυριανής
Κυριακή 21 Ιουνίου 2020


Β΄ ΜΑΤΘΑΙΟὙ. Ἰουλιανοῦ μάρτυρος (γ΄-δ΄ αἰ.). Τερέντίου ἰερομάρτυρος ἐπισκόπου Ἰκονίου (α΄ αἱ), Νικἡτα ἰερομ. τοῦ Νισυρίου (1732). Τῇ αὑτῇ Κυριακῇ μνήμη πάντων τῶν ἐν Ἀγίῳ Ὅρει διαλαμψάντων πατέρων, πάντων τῶν ἐν Παλαιστίνῃ ἁγίων, σύναξις τῶν 23 ἁγίων τῆς νήσου Λέσβου καί ἐν Σερβίοις (Κοζάνης) σύναξις τῆς ἁγίας βασιλίσσης Ἄρτης Θεοδώρας.

Ἀπόστολος

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Β´ 10 - 16
10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 11 οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. 12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.

Ευαγγέλιο
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 18 - 23
18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. 19 καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Ερμηνεία Ευαγγελίου
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 18 - 23
18 Ενώ δε περιπατούσε εις την παραλίαν της θαλάσσης της Γαλιλαίας, είδε δύο αδελφούς, τον Σιμωνα, τον οποίον αργότερα ο ίδιος ο Χριστός ωνόμασε Πετρον, και τον Ανδρέαν τον αδελφόν αυτού, οι οποίοι έριπταν το δίκτυον εις την θάλασσαν, διότι ήσαν ψαράδες· 19 και λέγει εις αυτούς· “ακολουθήσατέ με και εγώ θα σας κάμω ικανούς να ψαρεύετε και να προσελκύετε ανθρώπους εις την βασιλείαν των ουρανών με το δίκτυον του κυρήγματος”. 20 Αυτοί αμέσως εγκατέλειψαν τα δίκτυα και τον ηκολούθησαν. 21 Και προχωρήσας από εκεί είδε δύο άλλους αδελφούς, τον Ιάκωβον τον υιόν του Ζεβεδαίου και τον Ιωάννην τον αδελφόν αυτού να ετοιμάζουν μαζή με τον πατέρα των τον Ζεβεδαίον τα δίκτυά των μέσα στο πλοίον· και τους εκάλεσεν. 22 Αυτοί δε, χωρίς αναβολήν, άφησαν το πλοίον και τον πατέρα των και τον ηκολούθησαν. 23 Ο δε Ιησούς περιήρχετο τότε όλην την Γαλιλαίαν, εδίδασκεν εις τας συναγωγάς (όπου κάθε Σαββατον εμαζεύοντο οι Εβραίοι) εκήρυσσε το χαρμόσυνον άγγελμα της πνευματικής βασιλείας, που θα εγκαθίδρυε, και εθεράπευε κάθε ασθένειαν και κάθε σωματικήν αδυναμίαν μεταξύ του λαού.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου