Σάββατο 20 Μαρτίου 2021

Αναγνώσματα ΚὙΡΙΑΚΗΣ Α΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

 


 ΚὙΡΙΑΚΗΣ Α΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ). Τοῦ Ὁσίου Πατρός ἡμῶν Ἰακώβου, Ἐπισκόπου τοῦ Ὁμολογητοῦ καί τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Θωμᾶ Α΄, Πατριάρχου Κωνσταντινουπόλεως.


Ἀπόστολος


ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 24 - 26

24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 32 - 40

32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.


Ευαγγέλιο 

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 44 - 52


44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.


Ερμηνεία 

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 44 - 52


44 Τὴν ἄλλην ἡμέραν ἀπεφάσισεν ὁ Ἰησοῦς νὰ ἀναχωρήσῃ εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει τὸν Φίλιππον καὶ τοῦ λέγει· Ἀκολούθησέ με εἰς τὸ ταξίδιον, τὸ ὁποῖον πρόκειται νὰ κάμω. 45 Ἦτο δὲ ὁ Φίλιππος ἀπὸ τὴν Βησθαϊδά, ἀπὸ τὴν πατρίδα τοῦ Ἀνδρέου καὶ τοῦ Πέτρου. 46 Εὑρίσκει ἐν τῷ μεταξὺ ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ εἶπε πρὸς αὐτόν· Ἐκεῖνον, διὰ τὸν ὁποῖον ἔγραψεν ὁ Μωϋσῆς εἰς τὸν νόμον καὶ τὸν ὁποῖον προανήγγειλαν οἱ προφῆται, τὸν εὑρήκαμεν. Καὶ αὐτὸς εἶναι ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσήφ, καὶ κατάγεται ἀπὸ τὴν Ναζαρέτ. 47 Ἀλλ’ ὁ Ναθαναὴλ εἶπε πρὸς αὐτόν· Ἀπὸ τὴν Ναζαρέτ, τὸ κακὸ καὶ ἄσημον αὐτὸ χωριό, μπορεῖ νὰ βγῇ τίποτε καλόν; Λέγει πρὸς αὐτὸν ὁ Φίλιππος· Ἔλα καὶ ὅταν τὸν ἴδῃς μὲ τὰ μάτια σου, θὰ πεισθῇς. 48 Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ νὰ ἔρχεται πρὸς αὐτὸν καὶ λέγει δι’ αὐτόν· Νὰ ἕνας γνήσιος καὶ πραγματικὸς Ἰσραηλίτης, εἰς τὸν ὁποῖον δὲν ὑπάρχει πονηρία καὶ ἀνειλικρίνεια, ἀλλ’ ὁ ὁποῖος μὲ εὐθύτητα ποθεῖ νὰ ἀνεύρῃ τὴν ἀλήθειαν. 49 Λέγει εἰς αὐτὸν ὁ Ναθαναήλ· Ἀπὸ ποὺ μὲ γνωρίζεις; Καὶ πῶς εἶσαι πληροφορημένος περὶ τῆς εἰλικρινείας τῶν ἀποκρύφων σκέψεων καὶ ἐλατηρίων μου; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοῦ εἶπε· Προτοῦ νὰ σὲ φωνάξῃ ὁ Φίλιππος, ὅταν μακρὰν ἀπὸ κάθε μάτι ἀνθρώπου ἦσο κάτω ἀπὸ τὴν συκῆν καὶ προσηύχεσο, ἐγὼ μὲ τὸ ὑπερφυσικὸν καὶ θεῖον μάτι μου σὲ εἶδα. 50 Ἀπεκρίθη τότε ὁ Ναθαναὴλ καὶ τοῦ εἶπε· Διδάσκαλε, πράγματι σὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶσαι ὁ βασιλεὺς τοῦ Ἰσραήλ, ποὺ ἐπεριμέναμε σύμφωνα μὲ τὰς προφητείας. 51 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοῦ εἶπεν· Ἐπειδὴ σοῦ εἶπα, ὅτι σὲ εἶδα κάτω ἀπὸ τὴν συκῆν, πιστεύεις; Θὰ ἴδῃς μεγαλύτερα καὶ θαυμαστότερα ἀπὸ αὐτά. 52 Καὶ λέγει εἰς αὐτόν· Ἐν πάσῃ ἀληθείᾳ σᾶς διαβεβαιῶ, ὅτι ἀπὸ τώρα, ποὺ ἤνοιξε κατὰ τὴν βάπτισίν μου ὁ οὐρανός, θὰ τὸν ἴδετε καὶ σεῖς ἀνοιγμένον καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ να ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ποὺ ἔγινε καὶ τέλειος ἄνθρωπος καὶ ὡς υἱὸς τοῦ ἀνθρώπου εἶναι μοναδικὸς ἀντιπρόσωπος τοῦ ἀνθρωπίνου γένους καὶ πρόκειται νὰ ἔλθῃ πάλιν κριτὴς ἔνδοξος καθήμενος ἐπὶ τῶν νεφελῶν. Θὰ ἀνεβαίνουν δὲ καὶ θὰ κατεβαίνουν οἱ ἄγγελοι διὰ νὰ ὑπηρετοῦν αὐτὸν καὶ τὴν Ἐκκλησίαν του.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου