Σάββατο 6 Αυγούστου 2022

Αναγνώσματα Κυριακής

 



Κυριακή, 07 Αυγούστου 2022


Άγιος Δομέτιος ο Πέρσης και οι δύο μαθητές του, Άγιος Νάρκισσος ο Ιερομάρτυρας Πατριάρχης Ιεροσολύμων, Όσιος Θεοδόσιος ο νέος, ο ιαματικός, Όσιος Νικάνωρ ο θαυματουργός

† ΚΥΡΙΑΚΗ Η ́ ΜΑΤΘΑΙΟΥ, μετὰ τὴν ἑορτήν.Δομετίου ὁσιομάρτυρος τοῦ Πέρσου (†363). Νικάνορος ὁσίου (†1519), κτίτορος τῆς ἱ. μονῆς «Ζάβορδας» Γρεβενῶν· Θεοδοσίου ὁσίου, προστάτου Ἀργολίδος.


🌹Ἀπόστολος


ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Α´ 10 - 17

10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 11 ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. 12 λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. 13 μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; 14 εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, 15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. 16 ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. 17 οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.


🌷Ευαγγέλιο


ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 14 - 22

14 Καὶ ἐξελθὼν εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. 22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.


🌻Ερμηνεία Ευαγγελίου

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 14 - 22

14 Καὶ ὁ Ἰησοῦς, ὅταν ἐβγῆκεν ἀπὸ τὸ ἐρημικὸν καταφύγιόν του, εἶδε πολὺν λαὸν καὶ τοὺς συνεπάθησε πολὺ καὶ ἐθεράπευσε τοὺς ἀρρώστους των. 15 Ὅταν δὲ ἐπλησίαζε νὰ βραδυάσῃ, προσῆλθον εἰς αὐτόν οἰ μαθηταί του λέγοντες· Εἶναι ἔρημος ὁ τόπος καὶ ἡ ὤρα πλέον ἐπέρασε. Δῶσε διαταγὴν νὰ διαλυθοῦν τὰ πλήθη τοῦ λαοῦ, διὰ νὰ ὑπάγουν εἰς τὰ χωρία καὶ νὰ ἀγοράσουν διὰ τοὺς ἑαυτούς των τροφάς. 16 Ὁ Ἰησοῦς ὅμως τοὺς εἶπε δὲν ἔχουν ἀνάγκην νὰ ἀπέλθουν καὶ νὰ ἀγοράσουν τρόφιμα. Δώσατέ τους σεῖς νὰ φάγουν. 17 Ἀλλ’ ἐκεῖνοι τοῦ εἶπον· Δὲν ἔχομεν ἐδῶ παρὰ πέντε ψωμιὰ καὶ δύο ψάρια. 18 Ὁ δὲ Κύριος εἶπε· Φέρετέ τά μου ἐδῶ. 19 Καὶ ἀφοῦ παρεκίνησε τὰ πλήθη τοῦ λαοῦ νὰ ἑξαπλωθοῦν εἰς τὴν πρασινάδα, ἐπῆρε τὰ πέντε ψωμιὰ καὶ τὰ δύο ψάρια, καί, ἀφοῦ ἐσήκωσε τὰ μάτια του εἰς τὸν οὐρανόν, ηὐχαρίστησε καὶ ἐπεκαλέσθη τὸν Πατέρα του καὶ ἀφοῦ ἔκοψε τὰ ψωμιά, τὰ ἔδωκεν εἰς τοὺς μαθητὰς καὶ οἰ μαθηταὶ εἰς τὰ πλήθη τοῦ λαοῦ. 20 Καὶ ἔφαγαν ὅλοι καὶ ἐχόρτασαν, καὶ ἐσήκωσαν ὅ,τι ἐπερίσσευσεν ἀπὸ τὰ κομμάτια, δώδεκα κοφίνια γεμᾶτα. 21 Ἐκεῖνοι δὲ ποὺ ἔφαγαν ἦσαν περίπου πέντε χιλιάδες ἄνδρες, χωρὶς νὰ συνυπολογίζωνται εἰς τὸν ἀριθμὸν αὐτὸν γυναῖκες καὶ παιδιά. 22 Καὶ ἀμέσως ὁ Ἰησοῦς διὰ νὰ μὴ παρασυρθοῦν οἱ μαθηταί του ἀπὸ τὸν ἐνθουσιασμὸν τοῦ πλήθους, ποὺ ἤθελε νὰ τὸν ἀνακηρύξῃ βασιλέα, ἠνάγκασεν αὐτοὺς νὰ ἔμβουν εἰς τὸ πλοῖον καὶ νὰ περάσουν προτήτερα ἀπὸ αὐτὸν εἰς τὸ ἀπέναντι μέρος τῆς λίμνης, ἕως ὅτου αὐτὸς διαλύσῃ τὰ πλήθη τοῦ λαοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου