Σάββατο 5 Αυγούστου 2023

🔹Αναγνώσματα Κυριακής


Κυριακή, 06 Αυγούστου 2023

Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.


🔹Ἀπόστολος

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β' Α´ 10 - 19

10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. 11 οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. 12 Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. 13 δίκαιον δὲ ἡγοῦμαι, ἐφ’ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, 14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. 15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. 16 οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. 19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν,


🔹ΕΥΑΓΓΈΛΙΟ

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΖ´ 1 - 9

1 Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν· 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. 3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ συλλαλοῦντες. 4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ


🔹ΕΡΜΗΝΕΊΑ Ευαγγελίου ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΖ´ 1 - 9

1 Καὶ ὕστερα ἀπὸ ἓξ ἡμέρας παρέλαβε μαζί του ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του καὶ τοὺς ἀνέβασεν εἰς ὅρος ὑψηλὸν ἰδιαιτέρωςαὐτοὺς μόνους· 2 καὶ μετεμορφώθη ἐμπρὸς εἰς αὐτούς· καὶ ἐγινε λαμπρὸν τὸ πρόσωπόν του σὰν τὸν ἥλιον, τὰ δὲ ἐνδύματά του ἔγιναν λευκὰ σὰν τὸ φῶς. 3 Καὶ ἰδοὺ ἐνεφανίσθησαν καὶ ἔγιναν ὁρατοὶ εἰς αὐτοὺς ὁ Μωϋσῆς καὶ ὁ Ἠλίας, οἱ ὁποῖοι συνωμίλουν μαζί του. 4 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν εἰς τὸν Ἰησοῦν· Κύριε, καλὸν εἶναι νὰ μένωμεν ἐδῶ.Ἐὰν θέλῃς, ἂς κάμωμεν ἐδῶ τρεῖς σκηνάς· μίαν διὰ σὲ καὶ διὰ τὸν Μωϋσὴν μίαν καὶ μίαν διὰ τὸν Ἠλίαν. 5 Ἐνῷ δὲ αὐτὸς ὡμίλει ἀκόμη, ἰδοὺ νεφέλη γεμᾶτη φῶς ἐσκέπασεν αὐτούς, καὶ ἔξαφνα ἠκούσθη φωνὴ ἀπὸ τὴν νεφέλην, ποὺ ἔλεγεν· Αὐτὸς εἶναι ὁ υἱός μου, ποὺ ἐξαιρετικὰ τὸν ἀγαπῶ καὶ εἰς τὸν ὁποῖον εὐηρεστήθην.Νὰ ὑπακούετε εἰς αὐτόν. 6 Καὶ ὅταν ἤκουσαν τὴν φωνὴν αὐτήν οἱ μαθηταί, ἔπεσαν μὲ τὸ πρόσωπον εἰς τὸ χῶμα καὶ ἐφοβήθησαν πάρα πολύ. 7 Καὶ ἀφοῦ τοὺς ἐπλησίασεν ὁ Ἰησοῦς, τοὺς ἤγγισε καὶ εἶπε· Σηκωθῆτε καὶ μὴ φοβεῖσθε. 8 Ὅταν δὲ ἐσήκωσαν τὰ μάτια τους, δὲν εἶδαν κανένα παρὰ τὸν Ἰησοῦν μόνον. 9 Καὶ ὅταν κατέβαιναν ἀπὸ τὸ ὅρος, τοὺς παρήγγειλεν ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· Νὰ μὴν εἴπητε εἰς κανένα αὐτὸ ποὺ εἴδατε, ἕως ὅτου ὁ υἱὸς τοῦ ἀνθρώπου ἀναστηθῇ ἐκ νεκρῶν, ὁπότε δὲν θὰ ὑπάρχῃ κίνδυνος ἀκαίρων ἐνθουσιασμῶν τοῦ πλήθους, ἀλλὰ καὶ περισσότερον κατανοητὸν καὶ πιστευτὸν τὸ γεγονὸς αὐτὸ θὰ καταστῇ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου