Σάββατο 7 Οκτωβρίου 2023

🔸Αναγνώσματα Κυριακής


Κυριακή, 08 Οκτωβρίου 2023

† ΚΥΡΙΑΚΗ ΙΗ΄ (Γ΄ ΛΟΥΚΑ). Πελαγίας ὁσίας (†457). Πελαγίας τῆς παρθενομάρτυρος (†303), Ταϊσίας τῆς πρώην πόρνης.


🔸Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Θ´ 6 - 11

6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει. 7 ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 8 δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, 9 καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. 10 Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ·


🔸Ευαγγέλιο

ΚΑΤΑ ΛΟΥΚΑΝ Ζ´ 11 - 16

11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε· 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες ὅτι Προφήτης μέγας ἠγήγερται ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.


🔸Ερμηνεία Ευαγγελίου

11 Καὶ εἰς τὸν κατόπιν χρόνον συνέβη νὰ πηγαίνη ὁ Ἰησοῦς εἰς καποίαν πόλιν, ποὺ ἐλέγετο Ναΐν. Καὶ ἐπήγαιναν μαζί του οἱ μαθηταί του, οἱ ὁποῖοι ἦσαν ἀρκετοί, καὶ πλῆθος λαοῦ πολύ. 12 Μόλις δὲ ἐπλησίασεν εἰς τὴν πύλην τῆς πόλεως, καὶ ἰδοὺ ἔβγαζαν ἔξω ἕνα πεθαμένον, ποὺ ἦτο μονάκριβος υἱὸς εἰς τὴν μητέρα του, καὶ αὐτὴ ἦτο χήρα μὴ ἔχουσα κανένα ἄλλον προστάτην. Καὶ λαὸς πολὺς ἀπὸ τὴν πόλιν ἦτο μαζὶ μὲ αὐτὴν παρακολουθῶν μὲ πολλὴν συμπάθειαν τὴν κηδείαν. 13 Καὶ ὅταν τὴν εἶδεν ὁ Ἰησοῦς, τὴν ἐλυπήθη, καὶ βέβαιος περὶ τοῦ ὅτι μετ’ ὀλίγον ὁ υἱός της θὰ ἀνεσταίνετο, τῆς εἶπε· Μὴν κλαῖς. 14 Καὶ ἀφοῦ ἐπλησίασεν, ἤγγισε τὸ φέρετρον. Ἐκεῖνοι δὲ ποὺ τὸ ἐβάσταζαν, ἐστάθησαν. Καὶ εἶπεν ὁ Ἰησοῦς· Νεανίσκε, εἰς σὲ ὁμιλῶ· σήκω. 15 Καὶ ὁ νεκρὸς ἀνεσηκώθη καὶ ἐκάθησε ζωντανὸς ἐπὶ τοῦ φερέτρου καὶ ἤρχισε νὰ ὁμιλῇ. Καὶ ὁ Ἰησοῦς τότε τὸν ἔδωκεν εἰς τὴν μητέρα του. 16 Ἐκυρίευσε δὲ φόβος ὅλους, διότι ᾐσθάνοντο τὴν παρουσίαν θείας δυνάμεως ἐν μέσῳ τῆς ἁμαρτωλότητος καὶ ἀναξιότητος αὐτῶν. Καὶ ἐδόξαζαν τὸν Θεὸν καὶ ἔλεγαν, ὅτι προφήτης μεγάλος ἀνεφάνη μεταξύ μας καὶ ὅτι ὁ Θεὸς ἐπεσκέφθη τὸν λαόν του διὰ νὰ προστατεύσῃ αὐτόν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου