Σάββατο 3 Φεβρουαρίου 2024

Αναγνώσματα Κυριακής


Κυριακή 04 Φεβρουαρίου 2024

Όσιος Ισίδωρος ο Πηλουσιώτης, Άγιος Αβράμιος ο Ιερομάρτυρας Επίσκοπος Αρβήλ της Περσίας, Άγιος Ιωσήφ ο Χαλεπλής, Όσιος Νικόλαος ο Ομολογητής ο ΣτουδίτηςΚΥΡΙΑΚΗ ΙΕ΄ ΜΑΤΘΑΙΟΥ (Τοῦ Νομικοῦ). Ἰσιδώρου τοῦ Πηλουσιώτου (†436-440). Ἰωάννου ὁσίου, Νικολάου ὁμολογητοῦ (†868), Ἀβραμίου ἱερο μάρτυρος (†347).


🔸Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Δ´ 6 - 15

6 ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. 7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, 8 ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.


🔸Ευαγγέλιο

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 35 - 46

35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικὸς, πειράζων αὐτόν καὶ λέγων· 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. 39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. 41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· Τοῦ Δαυῒδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον καλεῖ αὐτὸν λέγων, 44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; 46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.


🔸Ερμηνεία Ευαγγελίου

35 και ένας από αυτούς νομοδιδάσκαλος, τον ηρώτησε, με την πονηράν διάθεσιν να τον φέρη εις δύσκολον θέσιν, λέγων· 36 “Διδάσκαλε, ποία είναι η μεγαλυτέρα εντολή μέσα στον νόμον;” 37 Ο δε Ιησούς απήντησεν εις αυτόν· “να αγαπάς Κυριον τον Θεόν σου με όλην την καρδιάν σου και με όλην την ψυχήν σου και με όλην την δοιάνοιάν σου. 38 Αυτή είναι η πρώτη και μεγάλη εντολή. 39 Δευτέρα δε εντολή ομοία με αυτήν· να αγαπάς τον πλησίον σου σαν τον εαυτόν σου. 40 Επάνω εις τας δύο αυτάς εντολάς όλος ο νόμος και οι προφήται στηρίζονται”. (Και εις την πονηράν εκείνην ερώτησιν έδωσε την θείαν απάντησίν του”. 41 Ενώ δε ήσαν συγκεντρωμένοι οι Φαρισαίοι, τους ηρώτησεν ο Ιησούς 42 λέγων· “ποίαν γνώμην έχετε περί του Χριστού; Τινος είναι απόγονος;” Λεγουν εις αυτόν· “είναι απόγονος του Δαυΐδ”. 43 Λεγει εις αυτούς· “Εάν είναι ένας απλούς και μόνον απόγονος του Δαυΐδ, πως τότε ο Δαυΐδ, εμπνεόμενος από το Αγιον Πνεύμα, ονομάζει αυτόν Κυριον και Θεόν λέγων, 44 είπεν ο Κυριος και Θεός στον Κυριον μου και Θεόν, τον Χριστόν, κάθισε εις τα δεξιά μου επί του θρόνου, μέχρις ότου θέσω τους εχθρούς σου υποπόδιον, επάνω στο οποίον θα πατούν τα πόδια σου; 45 Εάν λοιπόν ο Δαυίδ ονομάζει αυτόν Κυριον και Θεόν, πως είναι απλούς απόγονός του, όπως σεις νομίζετε; (Ο Δαυίδ λοιπόν, σύμφωνα με αποκάλυψιν εκ μέρους του Θεού, επίστευσε και προεκήρυξε τον Μεσσίαν, τον κατά σάρκα απόγονόν του, ως Κυριον του και Θεόν). 46 Και κανείς δεν ημπόρεσε ούτε λέξιν να απαντήση ούτε ετόλμησε κανείς από εκείνην την ημέραν να ερωτήση πλέον αυτόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου