Σάββατο 16 Νοεμβρίου 2024

Αναγνώσματα Κυριακής

 


Κυριακή, 17 Νοεμβρίου 2024

Άγιος Γρηγόριος Νεοκαισαρείας ο Θαυματουργός, Άγιοι Γεννάδιος και Μάξιμος Πατριάρχες Κωνσταντινούπολης† ΚΥΡΙΑΚΗ ΚΑ΄ (Θ΄ ΛΟΥΚΑ). Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας (†270). Γενναδίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (†471).


🔹Απόστολος 

ΠΡΟΣ ΓΑΛΑΤΑΣ Β´ 16 - 20

16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ


🔹Ευαγγέλιο

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΒ´ 16 - 21

16 Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· 17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν.


🔹Ερμηνεία Ευαγγελίου

16 Εἶπε δὲ πρὸς αὐτοὺς μίαν παραβολὴν λέγων· Κάποιου πλουσίου ἀνθρώπου εὐτύχησαν καὶ ἀπέδωκαν πλουσίαν παραγωγὴν τὰ ἐκτεταμένα του χωράφια. 17 Καὶ ἀντὶ νὰ εὐχαριστήσῃ τὸν Θεόν, καὶ νὰ εὐχαριστηθῇ δὲ καὶ ὁ ἴδιος διὰ τὴν εὐφορίαν αὐτήν, ἐσυλλογίζετο μέσα του καὶ ἐζαλίζετο λέγων· Τί νὰ κάμω, διότι δὲν ἔχω ποὺ νὰ συνάξω τοὺς περισσεύοντας καρποὺς τῶν χωραφιῶν μου, οἱ ὁποῖοι θέλω νὰ γίνουν ὅλοι ἰδικοί μου, ὥστε νὰ τοὺς ἀπολαύσω μόνος ἐγώ; 18 Καὶ ἐπὶ τέλους ὕστερα ἀπὸ μεγάλην σκέψιν καὶ συλλογισμὸν εἶπε· Τοῦτο θὰ κάμω· θὰ κρημνίσω τὰς ἀποθήκας μου καὶ θὰ οἰκοδομήσω μεγαλυτέρας καὶ εὐρυχωροτέρας. Καὶ θὰ συνάξω ἐκεῖ ὅλα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου. 19 Καὶ σὰν ἄνθρωπος, ποὺ μόνον τὰς ἀπολαύσεις τῆς κοιλίας ἐγνώρισα, θὰ εἴπω εἰς τὴν ψυχήν μου· ψυχή, ἔχεις πολλὰ ἀγαθά, ποὺ εἶναι ἀποθηκευμένα καὶ σὲ φθάνουν διὰ πολλὰ χρόνια. Μὴ σκοτίζεσαι διὰ τίποτε πλέον, ἀλλὰ ἀπόλαυσε ζωὴν ἀναπαυτικήν· φάγε, πίε, εὐφραίνου. 20 Ἀφοῦ ὅμως τὰ ἐτοίμασεν ὅλα, προτοῦ ἀκόμη προφθάσῃ νὰ εἴπῃ εἰς τὴν ψυχήν του τὰ ὅσα ἐσχεδίαζε, τοῦ εἶπεν ὁ Θεὸς εἴτε διὰ τῆς συνειδήσεως εἴτε εἰς τὸν ὕπνόν του· Ἄμυαλε καὶ ἀνόητε ἄνθρωπε, ποὺ ἐστήριξες τὴν εὐτυχίαν σου εἰς μόνας τὰς ἀπολαύσεις τῆς κοιλίας σου καὶ ἐνόμισες ὅτι ἡ μακροζωΐα σου ἐξηρτᾶτο ἀπὸ τὰ πλούτη σου καὶ ὄχι ἀπὸ ἐμέ. Τὴν νύκτα αὐτήν, τὴν ὁποίαν πρὸ πολλοῦ ὠνειρεύεσο ὡς νύκτα εὐτυχίας, ἀπὸ τὴν ὁποίαν θὰ ἤρχιζεν ἡ ἀναπαυτικὴ καὶ ἀπολαυστικὴ ζωή σου, ζητοῦν χωρὶς ἄλλο νὰ πάρουν τὴν ψυχήν σου. Μετ’ ὀλίγον πεθαίνεις. Αὐτὰ λοιπὸν ποὺ ἐτοίμασες καὶ ἀποθήκευσες, τίνος θὰ εἶναι καὶ εἰς ποίους κληρονόμους θὰ περιέλθουν; 21 Ἔτσι θὰ τὴν πάθῃ καὶ τέτοιο τέλος θὰ ἔχῃ ἐκεῖνος, ποὺ θησαυρίζει διὰ τὸν ἑαυτόν του, διὰ νὰ ἀπολαμβάνῃ αὐτὸς καὶ μόνον ἐγωϊστικὰ τὰ ἀγαθὰ τῆς γῆς, καὶ δὲν ἀποταμιεύει μὲ τὰ ἔργα τῆς ἀγάπης εἰς τὸν οὐρανὸν θησαυροὺς πνευματικούς, εἰς τοὺς ὁποίους καὶ μόνους ἀρέσκεται ὁ Θεός.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου