Κυριακή 27 Ιουνίου 2021

Αναγνώσματα Κυριακής Αγίων Πάντων

 Αναγνώσματα Κυριακής


Κυριακή, 27 Ιουνίου 2021



Αγίων Πάντων, Άγιος Σαμψών ο Ξενοδόχος, Αγία Ιωάννα η ΜυροφόροςΚΥΡΙΑΚΗ Α΄ ΜΑΤΘΑΙΟΥ. «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σαμψὼν ὁσίου τοῦ ξενοδόχου (+530).


🔹🔹Ἀπόστολος🔹🔹


ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 33 - 40


33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΒ´ 1 - 2

1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.


🔹🔹ΕΥΑΓΓΈΛΙΟ 🔹🔹


ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ι´ 32 - 33


32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· 33 ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.


ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ι´ 37 - 38


37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.


ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΘ´ 27 - 30


27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς ὅς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναίκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.


Ερμηνεία


ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ι´ 32 - 33


32 Μὴ λογαριάζετε λοιπὸν τοὺς διωγμοὺς καὶ τοὺς κινδύνους, ἀλλὰ λογαριάζετε τὰς μεγάλας ἀμοιβάς, ποὺ σᾶς περιμένουν.Καθένας ποὺ θὰ μὲ ὁμολογήσῃ ὡς Σωτῆρα του καὶ Θεόν του ἐμπρὸς εἰς τοὺς ἀνθρώπους, ποὺ καταδιώκουν τὴν πίστιν μου, θὰ τὸν ὁμολογήσω καὶ ἑγὼ ὡς πιστὸν ἀκόλουθόν μου ἐμπρὸς εἰς τὸν Πατέρα μου, ποὺ εἶναι εἰς τοὺς οὐρανούς. 33 Ἐκεῖνον δέ, ποὺ θὰ μὲ ἀρνηθῇ ὡς Θεάνθρωπον Σωτῆρα ἐμπρὸς εἰς τοὺς ἀνθρώπους, θὰ τὸν ἀρνηθῶ καὶ ἑγὼ καὶ δὲν θὰ τὸν ἀναγνωρίσω ὡς ἰδικόν μου ἐμπρὸς εἰς τὸν Πατέρα μου, ποὺ εἶναι εἰς τοὺς οὐρανούς.


ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ι´ 37 - 38


37 Ἐκεῖνος, ποὺ ἀγαπᾷ τὸν πατέρα του ἢ τὴν μητέρα του παραπάνω ἀπὸ ἑμέ, καὶ ἀρνεῖται ἐμὲ διὰ νὰ μὴ χωρισθῇ ἀπὸ τοὺς γονεῖς του, δὲν ἀξίζει γιὰ μένα.Καὶ ἐκεῖνος, ποὺ ἀγαπᾷ τὸν υἱόν του ἢ τὴν θυγατέρα του παραπάνω ἀπὸ ἑμέ, δὲν εἶναι ἄξιος νὰ λέγεται μαθητής μου. 38 Καὶ ἐκεῖνος, ποὺ δὲν παίρνει τὴν ἀπόφασιν νὰ ὑποστῇ θάνατον σταυρικὸν καὶ δὲν ἀκολουθεῖ μὲ τὴν ἀπόφασιν αὐτὴν ὀπίσω μου μιμούμενος κατὰ πάντα τὸ παράδειγμά μου, δὲν ἀξίζει γιὰ μένα.


ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΘ´ 27 - 30


27 Τότε ἀπεκρίθη ὁ Πέτρος καὶ τοῦ εἶπεν· Ἰδού, ἡμεῖς ἀφήκαμεν ὅλα καὶ σὲ ἠκολουθήσαμεν.Τί ἄραγε θὰ δοθῇ εἰς ἡμᾶς ὡς ἀμοιβή; 28 Ὁ δὲ Ἰησοῦς τοὺς εἶπεν· Ἀληθῶς σᾶς λέγω, ὅτι σεῖς ποῦ μὲ ἀκολουθήσατε, ὅταν θὰ ξαναγεννηθῇ ὁ κόσμος καὶ θὰ ἔχῃ συντελεσθῇ ἡ ἐκ νεκρῶν ἀνάστασις, ὁπότε θὰ καθήσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς θρόνον λαμπρόν, ἀντάξιον τῆς δόξῃς του, θὰ καθήσετε καὶ σεῖς εἰς δώδεκα θρόνους δικάζοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 Καὶ καθένας ποὺ ἀφῆκε σπίτια ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ παιδιὰ ἢ χωράφια διὰ νὰ μείνῃ ἐνωμένος καὶ νὰ μὴ χωρισθῇ ἀπὸ ἐμέ, θὰ λάβῃ πολλαπλὰ εἰς τὴν παροῦσαν ζωήν, θὰ κληρονομήσῃ δὲ καὶ τὴν αἰώνιον ζωήν. 30 Πολλοὶ δέ, ποὺ εἶναι εἰς τὸν κόσμον αὐτὸν πρῶτοι, θὰ εἶναι εἰς τὸν κόσμον τὸν μέλλοντα τελευταῖοι, καὶ πολλοὶ τελευταῖοι θὰ εἶναι ἐκεῖ πρῶτοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου