Σάββατο 17 Φεβρουαρίου 2024

Αναγνώσματα Κυριακής

 


Κυριακή, 18 Φεβρουαρίου 2024

Άγιος Λέων Πάπας Ρώμης, Άγιοι Λέων και Παρηγόριος οι Μάρτυρες οι εν Πατάροις της Λυκίας Αθλήσαντες, Όσιος Αγαπητός ο Ομολογητής και θαυματουργός Επίσκοπος ΣυναούΚΥΡΙΑΚΗ ΙΖ΄ ΜΑΤΘΑΙΟΥ (τῆς Χαναναίας). Λέοντος πάπα Ῥώμης (†461). Ἀγαπητοῦ ἐπισκόπου Σινάου τοῦ ὁμολογητοῦ (δ΄ αἰ.).


🔹Ἀπόστολος

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ϛ´ 16 - 18

16 τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ζ´ 1 - 11 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.


🔹ΕΥΑΓΓΈΛΙΟ 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΕ´ 21 - 28

21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· Ἐλέησόν με, Κύριε, υἱὲ Δαυῒδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 ἡ δὲ εἶπε· Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.


ΕΡΜΗΝΕΊΑ ΕΥΑΓΓΕΛΙΟΥ

21 Καὶ ἀφοῦ ἐβγῆκεν ἀπὸ τὸ μέρος ἐκεῖνο ὁ Ἰησοῦς, ἀνεχώρησε πρὸς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 Καὶ ἰδοὺ μία γυναῖκα Χαναναία, ποὺ ἐβγῆκεν ἀπὸ τὰ σύνορα ἐκεῖνα, ἐφώναξε δυνατὰ πρὸς αὐτὸν καὶ εἶπεν· Ἐλέησόν με, Κύριε, ἔνδοξε ἀπόγονε τοῦ Δαβίδ.Ἡ θυγατέρα μου κατέχεται ἀπὸ δαιμόνιον καὶ ὑποφέρει φρικτά. 23 Αὐτὸς ὅμως δὲν ἀπεκρίθη εἰς αὐτὴν οὔτε λέξιν.Καὶ ἀφοῦ ἐπλησίασαν οἱ μαθηταί του, τὸν παρεκάλουν λέγοντες· Κάμε της αὐτὸ ποὺ ζητεῖ διὰ νὰ φύγῃ, διότι φωνάζει δυνατὰ ἀπὸ πίσω μας καὶ ἀπὸ τὰς φωνάς της θὰ μαζευθῇ λαὸς πολύς. 24 Αὐτὸς ὅμως ἀπεκρίθη καὶ εἶπε· Δὲν ἀπεστάλην ἀπὸ τὸν Πατέρα μου παρὰ διὰ τὰ χαμένα πρόβατα τοῦ Ἰσραηλιτικοῦ γένους. 25 Ἀλλ’ αὐτή, ἀφοῦ ἦλθε πλησίον, ἔπεσε μὲ εὐλάβειαν είς τοὺς πόδας τοῦ Κυρίου καὶ ἔλεγε· Κύριε, βοήθα με εἰς τὴν δυστυχίαν μου! 26 Αὐτὸς ὅμως ἀπεκρίθη καὶ εἶπε· Δὲν εἶναι σωστὸ νὰ πάρῃ κανεὶς τὸ ψωμὶ τῶν παιδιῶν καὶ νὰ τὸ ρίψῃ στὰ σκυλάκια. 27 Αὐτὴ δὲ εἶπε· Ναί, Κύριε· δέχομαι ὅτι εἶμαι σκυλάκι.Διότι καὶ τὰ σπιτίσια σκυλάκια τρώγουν ἀπὸ τὰ ψίχουλα, ποὺ πίπτουν ἀπὸ τὸ τραπέζι τῶν κυρίων των. 28 Τότε ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τῆς εἶπεν· Ὦ γυναῖκα, ἡ πίστις σου εἶναι μεγάλη.Ἂς γίνῃ εἰς σὲ ὅπως θέλεις.Καὶ πράγματι ἀπὸ τὴν ὥραν ἀκριβῶς ἐκείνην ἰατρεύθη ἡ θυγατέρα της.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου